Ancient Greek
Page 238
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 238
Not analysed yet
ροκαρδίαν καὶ τὸν τράχηλον τὸν σκληρόν. τοιγάρτοι τιμιωτέρα ἡ τῆς καρδίας περιτομή. ταύτην δὲ αὐτῶν τὴν κατηγορίαν καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ὁ δεσπότης Θεὸς ἐποιήσατο· «πάντα, γὰρ ἔφη, τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραήλ, ἀπερίτμητοι καρδίαις αὐτῶν». VIII Πῶς νοητέον, «ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων»; Θεοὺς τοὺς κριτὰς ὀνομάζει· «θεοὺς, γάρ φησιν, οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς». καὶ ἔνθα δὲ εἶπον οἱ ἑβδομήκοντα, «ἄξεις αὐτὸν εἰς τὸ κριτήριον», οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον «ἄξεις αὐτὸν πρὸς τοὺς θεοὺς» ἡρμήνευσαν, θεοὺς τοὺς κριτὰς ὀνομάσαντες· τούτων αὐτὸν εἶπε Θεὸν θεῶν οὐ γάρτοι τῶν ψευδωνύμων. καὶ ἤδη δὲ διὰ πλειόνων ἡρμηνεύσαμεν ταῦτα. IX Πῶς νοητέον, «οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐναντίον αὐτοῦ»; Ἐν ἅπασιν οἷς κατεσκήνωσαν τόποις, θυσίας προσήνεγκαν τῷ δεσπότῃ Θεῷ, πρὶν μὲν τὴν σκηνὴν κατασκευάσαι, ἐκ λίθων αὐτοφυῶν οἰκοδομοῦντες θυσιαστήρια. μετὰ δὲ τὴν ταύτης κατασκευήν, ἐν ταύτῃ τὰς θείας