Ancient Greek
Page 240
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 240
Not analysed yet
τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου»; Δύο δεκάτας ἀφιεροῦσθαι τῶν ὄντων προσέταξε· καὶ τὴν μὲν τοῖς λευΐταις προσφέρεσθαι, τὴν δὲ ἄλλην διαπιπράσκεσθαι, καὶ τὴν ταύτης τιμὴν εἰς τὴν αὐτῶν εὐωχίαν καὶ τὴν τῶν χηρῶν καὶ τῶν ὀρφανῶν, καὶ τῶν προσηλύτων ἀναλίσκεσθαι θεραπείαν. εὐωχεῖσθαι δὲ αὐτοὺς ἐκέλευσε παρὰ τὸν θεῖον νεών. ταῦτα δὲ ὁ πάνσοφος νενομοθέτηκε Κύριος, τῆς τῶν ψευδωνύμων αὐτοὺς θεῶν πλάνης ἐλευθερῶν. ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγνίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν. XI Τί δήποτε συνεχῶς ἀπαγορεύει τὴν τοῦ αἵματος βρῶσιν; Ἔφη μὲν καὶ αὐτὸς ὁ νομοθέτης, ὅτι τὸ αἷμα αὐτοῦ ψυχὴ αὐτοῦ ἐστι. πλὴν οἶμαι τὸν νόμον καὶ ἕτερον πραγματεύεσθαι. τὴν μιαιφόνον γὰρ αὐτῶν ἰατρεύει γνώμην, εἰ γὰρ τὸ τῶν ἀλόγων αἷμα φαγεῖν, ψυχήν ἐστι φαγεῖν, πολλῷ μᾶλλον ἀνόσιον τὸ τὴν λογικὴν ψυχὴν χωρίσαι τοῦ σώματος. XII Ἐκ ποίας δυνάμεως ὁ τἀναντία διδάσκων προφήτης θαυματουργεῖ; Τοῦ Θεοῦ συγχωροῦντος ἐνεργοῦσιν οἱ δαίμονες. οὕτω καὶ τοῦ Φαραὼ οἱ φαρμακοὶ καὶ τὸ τῆς ῥάβδου καὶ τὸ τοῦ ποταμοῦ καὶ τὸ τῶν βατράχων εἰργάσαντο· ἐνδεδωκότος τοῦ πανσόφου Θεοῦ διὰ τὴν τοῦ προστάττοντος ἄνοιαν. ἐπιτείνειν γὰρ αὐτοῖς ἐκέλευσε τὰς θεηλάτους πληγάς, λύειν μέντοι τὰς τιμωρίας οὐκ ἴσχυον, οὔτε μὴν τὸν σκνῖπα ἐξαγαγεῖν