Ancient Greek
Page 242
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 242
Not analysed yet
βήσετε», τὰς μαντείας ἐξέβαλε. φοῖβον γὰρ τὸν ψευδόμαντιν ἐκάλουν τὸν Πύθιον. διὰ δὲ τοῦ, «οὐ ποιήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ», τὴν τοῦ πένθους ἀπηγόρευσεν ἀμετρίαν. τινὲς μὲν γὰρ τῶν ἀλλοφύλων ἐθνῶν τὰς τῆς κεφαλῆς ἀπεκείροντο τρίχας καὶ ταύτας προσέφερον τοῖς νεκροῖς· τινὲς δὲ τὰς τῶν γενείων, ἄλλοι τὰς τῶν ὀφρύων. ταῦτα γίνεσθαι ὁ θεῖος ἀπηγόρευσε νόμος. ὅτι δὲ δύο δεκάτας ἀφορίζεσθαι πάντων προσέταξε, σαφῶς ἐνταῦθα δεδήλωκε ὅτι δύο δεκάτας προσάγειν νενομοθέτηκε τῷ λαῷ, μίαν τοῖς λευΐταις καὶ μίαν εἰς λόγον δοχῆς καὶ εὐωχίας. «δεκάτην, γάρ φησιν, ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν· καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ». εἰ δὲ μία δεκάτη ἦν, πῶς οἷόν τε καὶ τοὺς λευΐτας λαμβάνειν καὶ τοὺς προσκομίζοντας εὐωχεῖσθαι; ἀλλὰ δῆλον ὡς τοῖς μὲν λευΐταις μίαν δεκάτην ἀπένειμεν, ταῖς δὲ τῶν προσφερόντων εὐωχίαις ἑτέραν. τοῦτο δὲ δηλοῖ καὶ τὰ ἐπαγόμενα. «ἐάν, γάρ φησιν, ἡ ὁδὸς μακρὰν εἴη ἀπὸ σοῦ, διαπώλησον καὶ λαβὼν τὴν τιμήν, εἰς ἐκεῖνον ἴθι τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου καὶ δὸς τὸ ἀργύριον εἰς πᾶν ὃ ἐπιθυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σίκερᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ λευΐτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν