Ancient Greek
Page 250
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 250
Not analysed yet
XXXI Τί ἐστιν, «οὐ φιμώσεις βοῦν ἀλοῶντα»; Τὸ μὲν τῆς ἀναγωγῆς νόημα σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος. καὶ αὐτὸ δὲ τὸ πρόχειρον εὐσεβές· ἄδικον γὰρ τὸν ἀρόσαντα τὴν γῆν καὶ τὰ δράγματα σὺν πόνῳ τέμνοντα, μὴ μεταλαγχάνειν τοῦ καρποῦ. XXXII Τί δήποτε ἐμπτύεσθαι κελεύει τὸν τοῦ ἄπαιδος ἀδελφοῦ τὴν γυναῖκα μὴ βουλόμενον γῆμαι; Ἀνάγκην αὐτοῖς διὰ τῆς ἀτιμίας φιλαδελφίας ἐπιθείς, ἄμεινον μὲν γὰρ ἦν διὰ τὴν φύσιν προμηθεῖσθαι τοῦ τεθνηκότος. ἐπειδὴ δὲ οὐχ ἅπαντες αἰδοῦνται τὸν τῆς φύσεως νόμον, τὴν τῆς ἀτιμίας αὐτοῖς ἀνάγκην ἐπέθηκεν. XXXIII Διὰ τί πανωλεθρίᾳ κελεύει παραδοῦναι τὸν Ἀμαλήκ; Καὶ δυσσεβεῖς ἦσαν καὶ μισάδελφοι. καὶ γὰρ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, πρῶτοι τὸν κατὰ τοῦ Ἰσραὴλ ἀνεδέξαντο πόλεμον, καὶ ταῦτα πόρρωθεν ὄντος, καὶ τοῖς ὁρίοις αὐτῶν μὴ πελάσαντος. ἐδίδαξε δὲ πάλιν σαφέστερον, ὡς δύο ἀφορίζεσθαι δεκάτας προσέταξεν. ἔφη δὲ οὕτως· «ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου, ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ λευΐτῃ καὶ τῷ προσηλύτῳ καὶ τῇ χήρᾳ καὶ τῷ ὀρφανῷ καὶ φάγονται ἐν ταῖς πόλεσί σου καὶ ἐμ-