Ancient Greek
Page 252
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 252
Not analysed yet
εἰς πατέρας παρανομοῦσι. μετὰ γὰρ τὰ θεῖα δίκαιον θεραπεύειν τούτους δι' ὧν εἰς τὸ εἶναι παρήχθημεν. ἔπειτα τοῖς ἐπικερτομοῦσι τοῖς τὸ βλέπειν ἀφῃρημένοις καὶ τῆς εὐθείας αὐτοὺς ἐκτρέπειν ὁδοῦ πειρωμένοις. καὶ ἁπαξαπλῶς τοῖς τὰς προειρημένας παραβαίνουσιν ἐντολάς. ταῦτα δὲ τῶν ἱερέων λεγόντων, ἐκέλευσε τὸν λαὸν ἐπιλέγειν, «γένοιτο»· οἷον ὑπογραφήν τινα γραμματείου ταύτην παρ' αὐτῶν κομιζόμενος τὴν φωνήν. τοῖς δὲ τὰς θείας φυλάττουσιν ἐντολάς, τὰς παντοδαπὰς δέδωκεν εὐλογίας, καὶ τοῖς τὰς πόλεις καὶ τὰς κώμας οἰκοῦσιν εὐπαιδίαν, πολυπαιδίαν, ποιμνίων καὶ βουκολίων πολυγονίαν, τὴν ἀπὸ γῆς εὐκαρπίαν, τὴν ἐν εἰρήνῃ διαγωγήν, τὴν ἐν πολέμοις νίκην· καὶ τὰ τούτοις προσόμοια. ταῖς δὲ σωματικαῖς καὶ πνευματικὴν εὐλογίαν προστέθεικεν «ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου». καὶ τοῦτον δὲ προστέθεικε τὸν διορισμόν· «ἐὰν εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ». ταῦτα γὰρ οἱ μὲν ὁρῶντες, οἱ δὲ ἀκούοντες φοβηθήσονται, λογιζόμενοι τὴν θείαν κηδεμονίαν ἧς ἀπολαύετε. τὸ μέντοι, «γενέσθαι εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν», ἄρχοντα λέγει καὶ μὴ δουλεύοντα. τοῦτο γὰρ ἐπήγαγε· «καὶ ἔσῃ τότε ἐπάνω, καὶ οὐχ ὑποκάτω». εἶτα πάλιν ἐπιφέρει τὰς ἀρὰς τἀναντία τῶν προρρηθεισῶν ἐχούσας εὐλογιῶν, ἀγονίαν, δυσκληρίαν, ἔνδειαν, νόσους, ταλαιπωρίαν, λιμόν, λοιμόν, πόλεμον, ἧτταν, ἀνομβρίαν, γῆς ἀκαρπίαν. τοῦτο γὰρ «ἡ σιδηρᾶ γῆ» δηλοῖ, καὶ «ὁ χαλκοῦς οὐρανός». ἔπειτα τὰ ἐν πολιορκίᾳ γινόμενα· «γυναῖκα λήψῃ καὶ ἀνὴρ ἕτερος ἕξει