Ancient Greek
Page 262
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 262
Not analysed yet
δῆλον ὅτι πολλῷ μᾶλλον ὡς θεὸν ἂν ἐσεβάσθησαν τὸν τοσούτων αὐτοῖς ἀγαθῶν γεγενημένον διάκονον· τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδηλον πεποίηκεν ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων Θεός. εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωϋσῆς τύπον ἐπέχει τοῦ νόμου, διὸ καὶ Μωϋσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει· «ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφήτας». καί, «ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωϋσῆς». καί· «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως». ὥσπερ γὰρ Ἠσαΐαν καλοῦμεν οὐ τὸν προφήτην μόνον ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, καὶ Ἱερεμίαν καὶ Ἰεζεκιὴλ οὐ τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία· καὶ τὸν ἀπόστολον οὐ μόνον αὐτὸν τῆς ἀληθείας τὸν κήρυκα, ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, οὕτω καὶ Μωϋσῆς ὁ νόμος ὠνόμασται, Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, τύπος τοῦ σωτῆρος τῆς οἰκουμένης. ὥσπερ τοίνυν Μωϋσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτως ὁ νόμος μὲν τῆς ἀσεβείας ἀπαλλάττει τοὺς πειθομένους, ἡ δὲ τῶν εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. XLIV Πῶς νοητέον τὰς τῶν φυλῶν εὐλογίας; Πρῶτον ἀνέμνησεν ὁ προφήτης τῆς θείας ἐπιφανείας τῆς ἐν τῷ Σινᾷ ὄρει γεγενημένης. «Κύριος, γάρ φησιν, ἐκ Σινᾷ ἥξει καὶ ἐπέφανεν ἡμῖν ἐκ Σιείρ, καὶ κατέπαυσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης· ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ». καὶ ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἐν τῷ Σιεὶρ τῆς θείας κηδεμονίας ἀπήλαυσαν. Κάδης δὲ ἐνταῦθα οὐ τὴν ἔρημον λέγει, ἀλλὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. τὸ γὰρ Κάδης τῇ ἑβραίων φωνῇ τὸν