Ancient Greek
Page 264
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 264
Not analysed yet
δόρησαν αὐτὸν ἐφ' ὕδατος Ἀντιλογίας». τῶν εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν γεγενημένων ἀνέμνησεν· «ὁ λέγων τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, οὐχ ἑώρακά σε· καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγια σου καὶ τὴν διαθήκην σου διετήρησεν». τὸ τέλειον τῶν ἱερέων ὁ λόγος διδάσκει. πάντων γὰρ τῶν κατὰ τὸν βίον καταφρονεῖν προσήκει τὸν ἱερέα καὶ τῇ θείᾳ προσεδρεύειν ἱερουργίᾳ. τούτου χάριν οὐδὲ κλῆρον αὐτοῖς ἀπένειμεν, οὐδὲ κτῆσιν ἔχειν ἐνομοθέτησεν, ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ, ἵνα τῶν βιωτικῶν ἀπηλλαγμένοι φροντίδων, ἁγίως τὴν ἐγκεχειρισμένην ἁγιστείαν ἐπιτελῶσιν. αὐτίκα γοῦν Ἀαρὼν ὁ πρῶτος ἀρχιερεύς, οὔτε κηδεῦσαι τοὺς τεθνηκότας συνεχωρήθη παῖδας, οὕτω δὲ φησίν· «ἑαυτοὺς τελειώσαντες δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου». τοῦτο καὶ τοῦ λαοῦ τιμωρουμένου γεγένηται. ὁ γὰρ Ἀαρὼν προσενεγκὼν τὸ θυμίαμα τὸν θεήλατον ἐκώλυσε θάνατον. εἶτα τὴν θείαν αὐτοῖς εὐλογίαν αἰτεῖ. «εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι». χρεία γὰρ καὶ σωματικῆς δυνάμεως τοῖς λειτουργοῦσιν, ἵνα μηδὲν ἐμποδὼν γένηται τῇ προθυμίᾳ. «κάταξον ὀσφῦν ἐπανεστηκότων ἐχθρῶν αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν». διὰ δὲ τούτων χαλινοῖ τῶν τυραννούντων τὸ θράσος· ἀναμιμνῄσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαντες.