Ancient Greek
Page 271
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 271
Not analysed yet
εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίττου». ἀετὸν γὰρ τὸν βαβυλώνιον κέκληκε, Λίβανον δὲ τὴν Ἰερουσαλήμ· τὰ ἁπαλὰ δὲ τῆς κέδρου καὶ τῆς κυπαρίττου, τὸν βασιλέα καὶ τοὺς ἄρχοντας. τούτους οὐ μόνον κατασκόπους ἀλλὰ καὶ στρατηγοὺς ὁ ἡμέτερος ἀπέστειλεν Ἰησοῦς. καθάπερ δὲ οἱ παρὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι τὴν πεπιστευκυῖαν διέσωσαν πόρνην, σύμβολον αὐτῇ σωτηρίας δεδωκότες τὸ σπαρτίον τὸ κόκκινον, οὕτως οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι τὴν πάλαι πόρνην, τὴν διαφόροις εἰδώλοις ἀνακειμένην ἐκκλησίαν, καὶ τῆς προτέρας ἀκολασίας ἀπέστησαν, καὶ τῶν αἰωνίων ἠξίωσαν ἀγαθῶν· οὐ σπαρτίῳ κοκκίνῳ χρησάμενοι συμβόλῳ, ἀλλὰ τῷ παναγίῳ αἵματι τὴν σωτηρίαν πραγματευσάμενοι. μηδεὶς οὖν νομιζέτω ἀνάξιον εἶναι τῆς ἐκκλησίας τῆς Ῥαὰβ τὸν τύπον· ἀκουσάτω δὲ τοῦ ἀποστόλου λέγοντος, «ἦμεν γάρ πότε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους». καὶ πάλιν, «ἀλλὰ τότε μὲν ὡς οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ οὖσι θεοῖς». καὶ ἀλλαχοῦ· «ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ». καὶ ἑτέρωθι· «μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε πλεονέκται, οὔτε κλέπται, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσιν». εἶτα ἐπήγαγε· «καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ πνεύ-