Ancient Greek
Page 285
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 285
Not analysed yet
μένων, ἀνέστρεψαν γεγηθότες καὶ τὸν Θεὸν ἀνυμνοῦντες ἐπὶ τῇ τῶν ἀδελφῶν εὐσεβείᾳ καὶ τῇ κοινῇ πάντων εἰρήνῃ. τοῦτο ἐχρῆν καὶ τοὺς νῦν ἰουδαίους εἰδέναι τε καὶ λέγειν, ὡς ὁ βωμὸς αὐτῶν οὐ τὸ ἀληθινὸν ἦν θυσιαστήριον, ἀλλὰ τὸ ἀληθινὸν προετύπου. μέλλων μέντοι τὸν βίον ὁ προφήτης ὑπεξιέναι, συνεκάλεσε ἅπαντας καὶ τὰ εἰκότα παρῄνεσεν αὐτοῖς, ὥστε μηδεμίαν πρὸς ἐγχωρίους ἐπιγαμίαν ποιήσασθαι, ὡς τῆς τοιαύτης ἐπιμιξίας τὰς τῆς ἀσεβείας παρεχούσης προφάσεις· προστέθεικε δὲ καὶ τῇ παραινέσει ἀπειλάς· «ἐάν, γάρ φησι, τοῦτο ποιήσητε, γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ σκῶλα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἐκ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν». ταῦτα δὲ σαφέστερον ἡμᾶς ἐδίδαξεν ἡ τῶν Κριτῶν ἱστορία. ἔγνωμεν δὲ καὶ τὴν αἰτίαν, δι' ἣν κατὰ τὴν θείαν ἐπαγγελίαν οὐχ ἁπάσης τῆς γῆς τὴν δεσποτείαν παρέλαβον. ἀσπασάμενοι γὰρ τῶν δυσσεβῶν ἐθνῶν τὴν συγγένειαν, καὶ μιμησάμενοι τὴν ἀσέβειαν, τῆς θείας ἐγυμνώθησαν προμηθείας, καὶ δουλεύειν αὐτοῖς ἠναγκάζοντο. θαυμαστὸς δὲ αὐτοῦ καὶ φιλόσοφος καὶ ὁ περὶ τοῦ θανάτου λόγος· «ἐγώ, γὰρ ἔφη, ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς». δείκνυσι δὲ αὐτοῖς καὶ τὸ τῆς θείας προρρήσεως ἀψευδές· «καὶ γνώσεσθε ἐν τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν τῇ ψυχῇ ὑμῶν, διότι οὐ διέπεσε λόγος εἷς ἀπὸ πάντων τῶν λόγων τῶν καλῶν, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς· πάντα ἃ εἴρηκεν ἡμῖν, δέδωκεν ἡμῖν· οὐδὲν διαπεφώνηκεν ἐξ αὐτῶν». τὸ ἀληθές, φησί, τῶν θείων