Ancient Greek
Page 287
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 287
Not analysed yet
κὼς τὴν αἵρεσιν, αὐτὸς τὸ τῆς οἰκείας γνώμης ἐπέδειξεν εὐσεβές. ἔφη γάρ· «ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστιν». εἶτα τοῦ λαοῦ τῶν μὲν ψευδωνύμων ἀπαγορεύσαντος τὴν λατρείαν ὑποσχομένου δὲ μόνῳ δουλεύειν τῷ σεσωκότι Θεῷ, ὑπολαβὼν ὁ θειότατος Ἰησοῦς ἔφη πρὸς αὐτούς· «οὐ μὴ δυνήσησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας ὑμᾶς οὐκ ἀνήσει ὑμῶν τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματα ὑμῶν, ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς, ἀνθ' ὧν εὖ ἐποίησεν ὑμῖν». μὴ προσδοκήσητε, φησίν, καὶ παρανομοῦντες τῶν αὐτῶν ἀγαθῶν ἀπολαύσεσθε. οἶδε γὰρ οὐ μόνον εὐεργετεῖν ἀλλὰ καὶ κολάζειν τοὺς παραβαίνοντας ὁ δεσπότης Θεός. ἐκείνων δὲ καὶ ταύτην δεξαμένων τὴν πρότασιν, καὶ ὑποσχομένων τῷ Κυρίῳ δουλεύειν, ἀναγκαίως ἐπήγαγε· «μάρτυρες ὑμεῖς καθ' ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κύριον λατρεύειν αὐτῷ». ἐδίδαξε δὲ καὶ ταῦτα ἡ ἱστορία, ὡς παραινέσας αὐτοῖς τῆς τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι λατρείας καὶ τὰ περὶ τῆς εὐσεβείας νομοθετήσας, οὐκ ἄγραφα ταῦτα κατέλιπεν, ἀλλ' ἀνάγραπτον αὐτῶν τὴν μνήμην ἐφύλαξεν. XX Τί δήποτε τὸν λίθον στήσας εἴρηκεν· «ὁ λίθος οὗτος ἔσται ὑμῖν εἰς μαρτύριον, ὅτι οὗτος ἀκήκοε πάντα τὰ λεχθέντα παρὰ Κυρίου ἃ ἐλάλησε πρὸς ὑμᾶς σήμερον»; Ἄψυχος μὲν ὁ λίθος· εἰς ἔλεγχον δὲ τῶν ἐμψύχων καὶ λογικῶν, διὰ τῶν ἀψύχων μαρτύρεται· ἐχρήσατο δὲ καὶ τῷ ἔθει τῷ παλαιῷ. καὶ γὰρ ὁ