Ancient Greek
Page 289
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 289
Not analysed yet
QUAESTIONES IN JUDICES I Διὰ τί Κριταὶ τὸ βιβλίον ὠνόμασται; Ὥσπερ τῶν Βασιλειῶν ἡ βίβλος πολλὰ μὲν ἔχει καὶ διάφορα διηγήματα, ὠνομάσθη δὲ Βασιλεῖαι ἐπειδὴ τὰ τῷ λαῷ συμβεβηκότα κατὰ τὸν τῶν βασιλέων καιρὸν ἱστορεῖ, οὕτω καὶ τὸ προκείμενον βιβλίον προσηγορεύθη Κριτῶν, ἐπειδὴ τὰ κατὰ τὸν τῆς δημαγωγίας καιρὸν γεγενημένα διδάσκει. τὴν μέντοι τῆσδε τῆς ἱστορίας ἀρχὴν ἀνακεφαλαίωσιν οἶμαι εἶναι τῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατορθωμένων. μέμνηται γὰρ καὶ τοῦ Ἀδωνιβεζὲκ καὶ τοῦ κατ' αὐτὸν πολέμου, καὶ ἥττης αὐτοῦ καὶ τῆς ἀναιρέσεως. μέμνηται δὲ καὶ τῆς Χεβρών, ὡς ἀπονεμηθείσης τῷ Χαλέβ, καὶ τῆς τῶν τριῶν γιγάντων ἀναιρέσεως, τοῦ Ἐσσὶ καὶ τοῦ Ἀχιμὰν καὶ τοῦ Θολόμ, οὓς τοῦ Ἐνὰκ ἀπογόνους ὠνόμασεν. εἰκὸς δὲ τότε μὲν προρρηθῆναι τὴν τούτων ἀναίρεσιν, ὕστερον δὲ λαβεῖν τὴν πρόρρησιν τέλος. II Εἰ κάτ' ἐκεῖνον τὸν καιρὸν ἀνάστατος Ἰερουσαλὴμ ἐγεγόνει, πῶς ὕστερον αὐτὴν βασιλεύων ὁ Δαβὶδ εἷλε πολιορκίᾳ; Πολλὰς ἔσχε μεταβολὰς ὁ λαός, ὡς ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. ποτὲ μὲν γὰρ ἐνίκων, ποτὲ δὲ ἡττῶντο· καὶ πότε μὲν ἦρχον τῶν ἀλλοφύλων,