Ancient Greek
Page 291
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 291
Not analysed yet
καρποῦ τῆς γῆς ἄζυμα, καὶ ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα, μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς. καὶ οὐκ ἔτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπώσαντο γὰρ τὴν γῆν τῶν φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ». καὶ ἡ δευτέρα δὲ τῶν Παραλειπομένων περὶ ὧν ᾐχμαλώτευσαν ἐκ τῆς Ἰούδα φυλῆς αἱ δέκα φυλαὶ διηγουμένη οὕτως ἔφη· «καὶ κατέστησαν αὐτοὺς εἰς Ἰεριχὼ τὴν πόλιν τῶν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν». VI Πῶς νοητέον, «καὶ ἦν Κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς»; Τοῦ Ῥηχάβ, ὡς εὐσεβοῦς ἄγαν πολλαχοῦ ἡ θεία μνημονεύει γραφή· καὶ ὅτι μέχρι τῶν ἀπογόνων αὐτοῦ διέδραμεν ἡ εὐσέβεια· τοῦτο εἰσηγήσασθαι λέγει τῇ Ἰούδα φυλῇ, τὴν κοιλάδα καταλιπεῖν καὶ τὸ ὄρος οἰκῆσαι. ἦν δὲ καὶ αὐτὸς τῆς Ἰούδα φυλῆς, ὡς ἡ τῶν Παραλιπομένων διδάσκει βίβλος. οἶμαι δὲ αὐτὸν συμβεβουλευκέναι τὴν κοιλάδα φυγεῖν διὰ τὴν τῶν περιοίκων ἀσέβειαν· καὶ μέντοι καὶ διὰ τὸ τῆς θαλάττης γειτόνημα. οἱ γὰρ θαλάττῃ πελάζοντες, καὶ τοὺς πόρρωθεν καταπλέοντας δέχονται, καὶ αὐτοὶ ναυτιλίας ὀρέγονται. ἡ δὲ τῶν ἀλλογενῶν ἐπιμιξία, τὴν νομικὴν ἐλυμαίνετο πολιτείαν. VII Τί δήποτε μὴ πάσας εἷλον τὰς πόλεις, ἀλλὰ πλῆθος αὐτοῖς συνῴκει τῶν ἀλλοφύλων ἐθνῶν; Πρῶτον διὰ νωθείαν πάσης τῆς γῆς οὐκ ἐκράτησαν· ἔπειτα καὶ διὰ πλεο-