Ancient Greek
Page 297
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 297
Not analysed yet
εὑρεῖν τὰς τῶν πατέρων ἐσχηκότας προσηγορίας· αὐτίκα γοῦν Κωνσταντίνου τοῦ βασιλέως ὁ πρῶτος υἱὸς Κωνσταντῖνος ὠνόμασται. XI Ἀλλ' ἡ τοῦ Ἰησοῦ ἱστορία οὐ μόνον τὸν Ἰαβὶν εἶπεν ἀνῃρῆσθαι ἀλλὰ καὶ τὴν Ἀσὼρ ἐμπρησθῆναι. Οὐδὲν ἀπεικὸς καὶ τότε κατασκαφῆναι καὶ αὖθις οἰκοδομηθῆναι. πλὴν ἐνταῦθα μέμνηται μὲν τῆς Ἀσώρ, οὐ μὴν ἐν αὐτῇ κατοικεῖν αὐτὸν ἔφησεν, ἀλλὰ τὴν Ἀσηρώθ. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὅτι κιναίους τοὺς ἀπογόνους τοῦ Ἰοθὼρ καλεῖ. XII Τί δήποτε γυνὴ προφητεύει; Ἐπειδὴ ἀνδρῶν καὶ γυναικῶν μία ἡ φύσις. ἐκ γὰρ τοῦ Ἀδὰμ ἡ γύνη διεπλάσθη καὶ λόγου μετείληχεν ὡς ἐκεῖνος. διὸ καὶ ὁ ἀπόστολός φησιν, «ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ». οὕτω καὶ Μωϋσῆς προφήτης καὶ Μαριὰμ προφῆτις. οἶμαι δὲ τὴν Δεββώραν εἰς ἔλεγχον τῶν τότε ἀνδρῶν τῆς προφητείας ἀξιωθῆναι. οὐδενὸς γὰρ ἐξ ἐκείνων εὑρεθέντος ἀξίου τῆς χάριτος, αὕτη τῆς τοῦ παναγίου πνεύματος τετύχηκε δωρεᾶς· καὶ οὕτω δήλη ἦν, ὅτι τῆς ἄνωθεν ἠξίωτο χάριτος, ὡς τὸν Βαρὰκ μὴ τολμῆσαι δίχα ταύτης εἰς τὴν παράταξιν ἐξελθεῖν· τοῦτο δὲ καὶ ἐν τῇ ᾠδῇ αὐτῆς ἔφη· «ἐξέλιπον οἱ κρατοῦντες ἐν τῷ Ἰσραήλ, ἕως οὗ ἐξανέστη Δεββώρα μήτηρ ἐν Ἰσραήλ». λέγει δὲ καὶ τὴν τῶν ὁμοφύλων ἀσέβειαν· «ᾑρέτισαν θεοὺς κενοὺς ὡς ἄρτον κρίθινον». τὴν πολλὴν