Ancient Greek
Page 30
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 30
Not analysed yet
βεβλαστηκότα· διὰ δὲ τὸν θεῖον ὅρον θάτερον αὐτῶν «ξύλον ζωῆς» ὠνομάσθη· τὸ δὲ ἕτερον, διὰ τὸ περὶ αὐτὸ γενέσθαι τῆς ἁμαρτίας τὴν αἴσθησιν, ξύλον ἐκλήθη «γνωστὸν καλοῦ καὶ πονηροῦ». καὶ περὶ τοῦτο μὲν ὁ ἀγὼν τῷ Ἀδὰμ προετέθη· τὸ δὲ τῆς ζωῆς οἷόν τι ἔπαθλον προὔκειτο τετηρηκότι τὴν ἐντολήν. οὕτω καὶ οἱ πατριάρχαι, καὶ χωρίοις καὶ φρέασι τὰς ἐπωνυμίας ἐπέθηκαν· καὶ τὸ μὲν ἐκάλεσαν «φρέαρ ὁράσεως», οὐκ ἐπειδὴ ὁρατικὴν δύναμιν ἐχαρίζετο, ἀλλ' ἐπειδὴ ὤφθη παρ' αὐτῷ τῶν ὅλων ὁ Κύριος· καὶ «φρέαρ εὐρυχωρίας», ἐπειδὴ περὶ τῶν ἄλλων φρεάτων πολλάκις οἱ ἀπὸ γεράρων διαμαχεσάμενοι, οὐκ ἠνώχλησαν τοῖς τοῦτο κατεσκευακόσι τὸ φρέαρ· οὕτω «φρέαρ ὅρκου», διὰ τὸ παρ' αὐτῷ γεγενῆσθαι τοὺς ὅρκους· οὕτως ἡ Λουζὰ «Βαιθὴλ» ὠνομάσθη, τουτέστιν «οἶκος Θεοῦ», ἐπειδὴ ὤφθη τῷ Ἰακὼβ ἐν ἐκείνῳ γε τῷ χωρίῳ τῶν ὅλων ὁ ποιητής· καὶ «βουνὸς μάρτυς·» οὐκ ἐπειδὴ ἔμψυχος ἦν ὁ βουνός, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ πρὸς ἀλλήλους ἐπεποίηντο τὰς συνθήκας· οὕτως ὕδωρ ζῶν καλεῖται τὸ βάπτισμα, οὐκ ἐπειδὴ φύσιν ἑτέραν ἔχει τὸ τοῦ βαπτίσματος ὕδωρ, ἀλλ' ὅτι δι' ἐκείνου τοῦ ὕδατος ἡ θεία χάρις τὴν αἰώνιον δωρεῖται ζωήν. οὕτω «ξύλον ζωῆς» διὰ τὸν θεῖον ὅρον ἐκλήθη, καὶ «ξύλον γνώσεως», διὰ τὴν περὶ τοῦτο γεγενημένην αἴσθησιν τῆς ἁμαρτίας· οὐδέπω γὰρ πεῖραν εἰληφότες τῆς ἁμαρτίας, εἶτα τοῦ ἀπειρημένου μετειληχότες καρποῦ, ὡς παραβεβηκότες τὴν ἐντολήν, τὰς τοῦ συνειδότος ἀκίδας ἐδέξαντο.