Ancient Greek
Page 301
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 301
Not analysed yet
πᾶσιν ἡ θεία ῥοπή. οὕτω καὶ διὰ δώδεκα ἁλιέων καὶ τελωνῶν καὶ σκυτοτόμου ἑνός, τὴν τῶν δαιμόνων κατέλυσε φάλαγγα, καὶ τῶν ἀνθρώπων τὴν φύσιν διέσωσε. τούτου χάριν ὁ προφήτης Ἠσαΐας τούτοις ἐκεῖνα παρέβαλλεν καὶ ἔφη· «τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ». ὥσπερ γὰρ ἐνταῦθα γυμνοῖς ἐχρήσατο στρατιώταις, τῇ μὲν λαιᾷ φέρουσι κεκρυμμένας ἐν ἀμφορεῦσι λαμπάδας, τῇ δεξιᾷ δὲ τὰς σάλπιγγας· οὕτω τοὺς ἱεροὺς ἀποστόλους γυμνοὺς εἰς τὴν οἰκουμένην ἀπέστειλε, φέροντας τὴν λαμπάδα τῶν θαυμάτων καὶ τὴν σάλπιγγα τῶν κηρυγμάτων. XVII Τί ἐστιν, «ἐποίησεν αὐτὰ Γεδεὼν εἰς ἐφοὺδ καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθά»; Παράνομον μὲν τὸ γεγονός. τῷ γὰρ ἐφοὺδ μόνοις ἐξῆν κεχρῆσθαι τοῖς ἱερεῦσι· δι' ἐκείνου γὰρ τὸ πρακτέον ἀπεκαλύπτετο. ὁ μέντοι τοῦ Γεδεὼν σκοπὸς οὐκ εἰς ἀσέβειαν ἀπέκλινεν, ἀλλ' ὡς ἄρχων καὶ στρατηγὸς ἐβούλετο διὰ τοῦ ἐφοὺδ τὸ πρακτέον μανθάνειν· τῷ δὲ λαῷ πρόξενον παρανομίας ἐγένετο. «ἐξεπόρνευσε, γάρ φησι, πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ· καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον». τὸ δὲ ἐφούδ, «ἐπωμίδα» ἐν τῇ Ἐξόδῳ ἡρμήνευσα, ᾗ τὸ λόγιον συνήπτετο· δι' ἐκείνου δὲ ἡ ἐν πολέμοις ἐδηλοῦτο νίκη. ἡ δὲ τῶν Βασιλειῶν ἱστορία σαφέστερον τοῦτο διδάσκει. τῶν γὰρ ἀλλοφύλων συνηθροισμένων, ἐκέλευσεν ὁ Σαοὺλ ἆραι τὸ ἐφοὺδ τὸν ἱερέα· εἶτα τεταραγμένους τοὺς πολεμίους ἰδών, καὶ τὴν νίκην δεδηλωμένην, «συνάγαγε, φησί, τὸ ἐφούδ». δῆλον τοίνυν ὡς ὕφασμα ἦν τοῖς ἱερεῦσι περιτιθέμενον, καὶ προμηνύον τὸ πρακτέον, καὶ ὁ Ἀκύλας δὲ «ἐπένδυμα» αὐτὸ κέκληκεν. τὰ δὲ κατὰ τὸν Ἀβιμέλεχ καὶ τοὺς σικημίταις διδάσκει ἡμᾶς, ὡς ἡ πονηρὰ συμφωνία τοῖς