Ancient Greek
Page 310
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 310
Not analysed yet
πεπόνθασι. δικαίῳ γὰρ χρησάμενοι κατὰ τῶν ἐν τῇ Γαβαὼν παρανενομηκότων θυμῷ, τὰς τετρακοσίας ἐξώπλισαν χιλιάδας· παιδεῦσαι δὲ αὐτοὺς βουληθεὶς ὁ Θεός, ὡς τὰ ὅμοια δρῶντας, καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς συνεχώρησεν ἡττηθῆναι, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι. ἐπειδὴ δὲ εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ κεχρημένους καὶ ὀλοφυρομένους καὶ ποτνιωμένους, καὶ πολλὰ προχέοντας δάκρυα, συνήργησε τῇ προθυμίᾳ καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσε, πλὴν ὀλίγων ἄγαν εὐαριθμήτων. καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προκινδυνεύσαντες. ἐξαιτούντων γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον οὐκ ἐξέδοσαν, ἀλλὰ καὶ προθύμως αὐτῶν ὑπερήσπισαν. οὗ δὲ χάριν κοινὸν ὑπέμειναν ὄλεθρον. οἶμαι δὲ τοῦτον τὸν πόλεμον πρὸ τῶν ἄλλων γεγενῆσθαι πολέμων, οὐ μετὰ πολὺν χρόνον τῆς Ἰησοῦ τελευτῆς. «Φινεές, γάρ φησιν, υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, παρειστήκει ἐνώπιον τῆς κιβωτοῦ ἐν ταῖς ἡμέραις ἐκείναις». ὁ δὲ Ἐλεαζὰρ εὐθὺς μετὰ τὸν Ἰησοῦν τοῦ βίου τὸ τέλος ἐδέξατο. διεδέξατο δὲ τὴν ἱερωσύνην ὁ Φινεές. καὶ τοῦτο ἡμᾶς ἐδίδαξε τὸ τέλος τῆς Ἰησοῦ τοῦ Ναυῆ συγγραφῆς. οἶμαι τοίνυν τὸν τήνδε τὴν ἱστορίαν συγγεγραφηκότα οὐχ ὡς ἔτυχε τάξαι τελευταῖα τὰ πρῶτα γεγενημένα. ἠβουλήθη γὰρ τὰς τῶν κριτῶν ἡμῖν πρότερον ἐπιδεῖξαι διαδοχάς, καὶ τίς πρῶτος, τίς δεύτερος, τίς τρίτος ἡγήσατο· εἶθ' οὕτω τὰ δύο ταῦτα διηγήματα θεῖναι· τό τε κατὰ τὸν Μιχὰν καὶ τὴν Λαϊσὰν καὶ τὸ κατὰ τὸ γύναιον ὅπερ ἡ μανικὴ τῶν ἀκολάστων ἀνεῖλε λαγνεία.