Ancient Greek
Page 317
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 317
Not analysed yet
δεξαμένου, τὸν περὶ τοῦ γάμου προστέθεικεν λόγον, εἰρηκὼς δίκαιον εἶναι τὸν τοῦ τετελευτηκότος κτώμενον τοὺς ἀγρούς, γῆμαι καὶ τὴν γυναῖκα καὶ φυλάξαι τῇ παιδοποιΐᾳ τοῦ κατοιχομένου τὴν μνήμην. ἐπειδὴ δὲ διὰ τὸν γάμον καὶ τὸ τῶν ἀγρῶν ἐκεῖνος ἠρνήθη συμβόλαιον, ὑπελύσατο μὲν κατὰ τὸν νόμον καὶ τὸ ὑπόδημα δέδωκεν· ἠγάγετο δὲ ὁ Βοὸζ τὴν Ῥούθ. ὅτι δὲ οὐχ ἡδονῇ δουλεύων ἠνέσχετο γῆμαι, δηλοῖ αὐτοῦ καὶ τὰ ἀξιέπαινα ῥήματα. «εἶπε, γάρ φησι, Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἀβιμέλεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Μααλὼν καὶ τῷ Χελεὼν ἐκ χειρὸς Νοεμίν· καίγε Ῥοὺθ τὴν μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα, τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς αὐτοῦ». ἄξιον θαυμάσαι τῶν εἰρημένων καὶ τὸ εὐσεβὲς καὶ τὸ ἀκριβές. οὐ παραβαίνω γάρ, φησί, τὸν νόμον, μωαβῖτιν γυναῖκα λαμβάνων, ἀλλὰ τὸν θεῖον νόμον πληρῶ, τοῦ τετελευτηκότος ἄσβεστον φυλαχθῆναι τὴν μνήμην σπουδάζων. ἐκράτυναν δὲ καὶ οἱ πρεσβύτεροι τῇ εὐλογίᾳ τὸν γάμον. εἶπον δὲ οὕτως· «δῴη Κύριος τὴν γυναῖκα σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου, ὡς Ῥαχὴλ καὶ Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραὴλ, καὶ ποιήσαι δύναμιν ἐν Ἐφράθα· καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ. καὶ γένοιτο ὁ οἶκός σου ὡς οἶκος Φάρες, ὃν ἔτεκε Θαμὰρ τῷ Ἰούδᾳ, καὶ ἐκ τοῦ σπέρματός σου δῴη σοι Κύριος ἐκ τῆς παιδίσκης ταύτης». αἰνίττονται τῆς εὐλογίας οἱ λόγοι καὶ ἑτέραν αὐτὸν ἐσχηκέναι γυναῖκα. διὸ καὶ τῆς Ῥα-