Ancient Greek
Page 37
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 37
Not analysed yet
φῆς πάλιν ὑπεύθυνον· τὸν δὲ μωρὸν ἀποκαλοῦντα, τῆς γεέννης ἄξιον· καὶ τὸν ὀμνύντα, κἂν ἀληθεύων ὀμνύῃ, τῆς διαβολικῆς ὄντα συμμορίας. τί δή ποτε τοίνυν τοῦτον μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα. ἀλλὰ τῆς ἐκείνων ταῦτα βλασφημίας τολμᾶν· ἡμεῖς δὲ κἀκείνους καὶ τούτους τοὺς νόμους ἑνὸς ἴσμεν Θεοῦ· τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο. οἷα γὰρ σοφὸς διδάσκαλος τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχε. πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὡς τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους ἐπιφέρονται δίχα συγγνώμης τιμωρίαι, ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν μὴ τολμᾶν τὴν παράβασιν. τοῦτο καὶ ἐπὶ τῆς τοῦ σαββάτου νομοθεσίας ἐγένετο· τὸν γὰρ ἐν σαββάτῳ τὰ ξύλα συλλέξαι τετολμηκότα, καὶ πρῶτον τὸν περὶ τούτου παραβεβηκότα νόμον, ἅπας κατέλευσεν ὁ λαός· τοῦ Θεοῦ τοῦτο προστεταχότος, ἵνα αὐτουργοὶ τῆς τιμωρίας γενόμενοι φρίττωσι τὴν παρανομίαν, ὡς τὴν τιμωρίαν ἐπάγουσαν. χρόνῳ δὲ ὕστερον, πολλῶν τὸν περὶ τοῦ σαββάτου παραβεβηκότων νόμον, μακροθύμως ὁ νομοθέτης ἤνεγκε τὴν παράβασιν· οὕτω τὸν Κάϊν πρῶτον πεφονευκότα ταῖς ἀνηκέστοις ὑπέβαλε τιμωρίαις, ἵνα τοὺς ἐπ' ἐκείνου καὶ μετ' ἐκεῖνον γεγενημένους δεδίξηται τὰ παραπλήσια μὴ τολμᾶν. πολλῶν δὲ ὕστερον ἀνδροφόνων γεγενημένων, οὐ παραυτίκα τὰς τιμωρίας ἐπήγαγεν· ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ πρῶτον δεξαμένον νόμον καὶ νόμον κουφότατον· τῶν παντοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει δοῦναι δίκην τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους. εἰ δὲ δυσόργητος ὤν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκε, πῶς ἁπάντων ἀνθρώπων