Ancient Greek
Page 41
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 41
Not analysed yet
ἀπὸ φλοιῶν δένδρων τούτους κατεσκευᾶσθαι εἰρήκασιν. ἐγὼ δέ γε οὐδέτερον τούτων προσίεμαι· τὸ μὲν γὰρ περίεργον, τὸ δὲ ἄγαν μυθῶδες. τῆς γὰρ θείας γραφῆς καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα διαπεπλᾶσθαι φησάσης, πῶς οὐ μυθῶδες τὸ λέγειν μετὰ τὴν παράβασιν τῆς ἐντολῆς σάρκα αὐτοὺς εἰληφέναι θνητήν; τὸ δέ γε πολυπραγμονεῖν, πόθεν τῷ Θεῷ δέρματα, καὶ διὰ τοῦτο καινὸν εἶδος περιβολαίων ἐπινοεῖν, περιττὸν εἶναί μοι δοκεῖ. χρὴ τοίνυν στέργειν τὰ γεγραμμένα καὶ εἰδέναι ὡς οὐδὲν ἄπορον τῷ τῶν ὅλων δημιουργῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν ἄπειρον ἀγαθότητα, ὅτι καὶ παραβεβηκότων ἐπιμελεῖται, καὶ δεηθέντων περιβολαίων οὐ περιεῖδε γυμνούς. XL Τί ἐστι τὸ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν»; Ἐπειδὴ ὁ διάβολος εἶπεν «ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρὸν», ἐδέξατο δὲ τοῦ θανάτου τὸν ὅρον τὴν ἐντολὴν παραβάς, εἰρωνικῶς τοῦτο εἴρηκεν ὁ τῶν ὅλων Θεός, δεικνὺς τῆς διαβολικῆς ἐπαγγελίας τὸ ψεῦδος· μεταλαβεῖν δὲ αὐτὸν τοῦ καρποῦ τοῦ ξύλου τῆς ζωῆς διεκώλυσεν, οὐ φθονῶν αὐτῷ τῆς ἀθανάτου ζωῆς, ἀλλὰ τῆς ἁμαρτίας ἐπέχων τὸν δρόμον· ἰατρεία τοίνυν ὁ θάνατος, οὐ τιμωρία· ἐπέχει γὰρ τῆς ἁμαρτίας τὴν ὁρμήν· «ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας». καταντικρὺ δὲ αὐτὸν τοῦ παραδείσου διάγειν προσέταξεν, ἵνα τῆς ἀλύπου βιοτῆς εἰς μνήμην ἐρχόμενος, μισῇ τὴν ἁμαρτίαν ὡς πρόξενον τῆς ἐπιπόνου ζωῆς.