Ancient Greek
Page 43
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 43
Not analysed yet
ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε. διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν, ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον. διά τοι τοῦτο σὺν τῷ Νῶε καὶ τοῖς υἱέσι, καὶ τὰς ἐκείνων γυναῖκας διέσωσεν ἐν τῇ κιβωτῷ, ἵνα ταῖς ἀνεψιαῖς οἱ ἐκείνων συναφθῶσι παῖδες. XLIV Τίνας ἀνεῖλεν ὁ Λάμεχ; Οὐ δύο καθά τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα καὶ τοῦτον νέον· «ἄνδρα, γάρ φησιν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί»· τουτέστιν ἄνδρα νέαν ἄγοντα τὴν ἡλικίαν. διέφυγε μέντοι τὴν τιμωρίαν διὰ τὴν τῆς ἁμαρτίας ὁμολογίαν· καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐξενεγκών, τὴν θείαν διεκώλυσε ψῆφον. XLV Ποῦ μετατέθεικε τὸν Ἐνὼχ ὁ τῶν ὅλων Θεός; Οὐ δεῖ ζητεῖν τὰ σεσιγημένα· στέργειν δὲ προσήκει τὰ γεγραμμένα. ἐγὼ δὲ οἶμαι τοῦτο πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν εἰς ψυχαγωγίαν τῶν τῆς ἀρετῆς ἀθλητῶν· ἐπειδὴ γὰρ ὁ Ἄβελ πρῶτος γεγονὼς τῆς δικαιοσύνης καρπὸς πρόωρός τε καὶ πρόρριζος ἐξεκόπη, ἐλπὶς δὲ τῆς ἀναστάσεως οὐδέπω τοὺς ἀνθρώπους ἐψυχαγώγει· μετέθηκεν «εὐαρεστήσαντα τὸν Ἐνὼχ» ὁ τῶν ὅλων Θεός, καὶ τῆς τῶν θνητῶν ἐχώρισε βιοτῆς, ἵνα ἕκαστος τῶν εὐσεβεῖν προαιρουμένων λογίζηται, οἷα δὴ λόγῳ τετιμημένος, ὡς ὁ τοῦτον τετιμηκώς, ἀγέραστον οὐκ ἐάσει τὸν Ἄβελ, ἅτε δὴ δίκαιος ὢν καὶ δικαίως ἰθύνων τὰ σύμπαντα. τούτου δὴ χάριν, τὸν μὲν παρεῖδεν ἀναιρούμενον, τὸν δὲ μετατέθεικεν ἵνα τῇ ἀναρρήσει τῇ τούτου μηνύσῃ