Ancient Greek
Page 46
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 46
Not analysed yet
γωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ». οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας, ὡς δηλοῖ τὰ ἑξῆς, «ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε» καὶ τὰ ἑξῆς· καὶ αὖθις «Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν». τούτων αὐτῶν δηλονότι τῶν χάριτι τῆς προσηγορίας ταύτης ἠξιωμένων· οὕτω καὶ ὁ νομοθέτης ἔφη, «θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς»· κἀκεῖνοι τοίνυν ὡς εὐσεβεῖς ὠνομάσθησαν υἱοὶ τοῦ Θεοῦ. κεχώριστο γὰρ τοῦ Σὴθ τὸ γένος καὶ οὐκ ἐπεμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. ἀλλὰ χρόνου συχνοῦ διελθόντος—μετὰ πλείονα γὰρ ἢ δισχίλια ἔτη τὸν κατακλυσμὸν ἐπήγαγεν ὁ Θεός—, εὐειδεῖς θεασάμενοι τῆς τοῦ Κάϊν συγγενείας τὰς θυγατέρας καὶ καταθελχθέντες, ὡς εἰκός, τοῖς παρ' αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς ὀργάνοις—ὁ γὰρ Ἰουβὰλ ἐξ αὐτῶν ἀνθήσας ψαλτήριον καὶ κιθάραν κατέδειξεν—, ἐπεμίγησαν αὐταῖς καὶ διέφθειραν τὴν οἰκείαν εὐγένειαν· καὶ τὰ αὐτὰ τοῖς ἰσραηλίταις ὑπέμειναν, οἳ ταῖς τῶν μαδιανιτῶν θυγατράσι μιγέντες καὶ τῆς ἐκείνων δυσσεβείας μετέσχον, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο. περὶ τούτων καὶ ὁ θεῖος ἔφη Δαβίδ, «καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν». οὕτως οἱ ἐκ τοῦ Σὴθ τὸ γένος κατάγοντες, πάλαι μὲν ὡς ἀρετῆς ἐπιμελούμενοι υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὑπὸ δὲ τῆς ὥρας τῶν ἀνοσίων γυναικῶν δελεασθέντες, συνέχεαν μὲν διακεκριμένα τὰ γένη, καρπὸν δὲ κληρονομίας τὴν πανωλεθρίαν ἐδέξαντο. ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν