Ancient Greek
Page 50
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 50
Not analysed yet
LI Τί ἤσθιεν ἐν τῇ κιβωτῷ τὰ θηρία; Δῆλον ὅτι χιλόν τε καὶ σπέρματα· ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεός· «σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς ἑαυτὸν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν». ἐξ ἀρχῆς δὲ ὁ Θεὸς οὐ κρέον φαγεῖν ἐνομοθέτησε τοῖς ἀνθρώποις· «ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν»· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ ἄνθρωποι καὶ τὰ ζῷα κρεωφαγίας ἀπείχοντο, τροφὴν δὲ εἶχον τοὺς ἀπὸ γῆς φυομένους καρπούς. τὸ δὲ «σπεῖρον σπέρμα», «σπερμαῖνον σπέρμα» ὁ Ἀκύλας ἡρμήνευσεν. LII Πῶς νοητέον τὸ «ἐμνήσθη Κύριος τοῦ Νῶε» Προσφόρως τοῖς ἀνθρώποις ἡ θεία γραφὴ διαλέγεται, καὶ ὡς ἀκούειν δύνανται μετασχηματίζει τοὺς λόγους· ὥσπερ τοίνυν ἐπὶ Θεοῦ ἡ μετα-