Ancient Greek
Page 69
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 69
Not analysed yet
πορνείαν σου». ὁ τοίνυν τῶν ταῦτα τολμώντων κατηγορῶν, πῶς ἂν αὐτὸς ἠνέσχετο δέξασθαι παῖδα μονογενῆ παρὰ πατρὸς προσφερόμενον; ἀλλὰ γὰρ ταῦτα σκιὰ ἦν τῆς ὑπὲρ ἡμῶν γεγενημένης οἰκονομίας· ὑπὲρ γὰρ τῆς οἰκουμένης τὸν ἀγαπητὸν υἱὸν ὁ πατὴρ προσενήνοχε· τύπος γὰρ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός· καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες καὶ ἐνταῦθα κἀκεῖ. LXXV Τί ἐστι, «θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου; Ἐπὶ γάμον ἀπέστελλεν τῶν οἰκετῶν τὸν ἡγούμενον· ἐπάρατον μὲν ἐπιστάμενος τοῦ Χαναὰν τὸ γένος, εὐλογίας δὲ ἠξιωμένην τὴν οἰκείαν συγγένειαν. ἐπειδὴ τοίνυν ἐν τῷ σπέρματι καὶ τὴν εὐλογίαν καὶ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν ἐδέξατο, ἐκεῖ θεῖναι τὸν παῖδα τὴν χεῖρα προσέταξεν, ἔνθα καὶ τῆς πίστεως τὸ σημεῖον ἐδέξατο· πιστεύσας γὰρ ταῖς θείαις ἐπαγγελίαις ἔλαβε τῆς περιτομῆς τὴν σφραγῖδα· ἐκεῖ δὲ θεῖναι τὴν χεῖρα προσέταξεν, ἵνα καὶ τῆς θείας ἐπαγγελίας καὶ τῆς περιτομῆς μεμνημένος, ἀλλοφύλῳ γάμῳ τὴν δεσποτικὴν εὐγένειαν μὴ λωβήσηται. ἰστέον δὲ ὡς ἡ μὲν χεὶρ ὑπὸ τὸν μηρὸν ἐτέθη, ὁ δὲ ὅρκος κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐγένετο· «ἐξορκίζω σε, γὰρ ἔφη, Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν χαναναίων μεθ' ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς», καὶ τὰ ἑξῆς. σοφωτάτη δὲ ἄγαν καὶ τοῦ παιδὸς ἡ ἐρώτησις· δείσας γὰρ τὸν ὅρκον, δήλους αὐτῷ γενέσθαι παρεκάλει τοῦ γάμου τοὺς ὅρους· εἰ, γάρ φησι,