Ancient Greek
Page 74
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 74
Not analysed yet
οὐ μόνον ἤρετο ἀλλὰ καὶ τὰς χεῖρας τῷ σώματι προσενήνοχεν. εἶτα τοῦ Ἡσαῦ εἰσεληλυθότος, τὸ γεγενημένον καταπλαγείς, οὐκ ἐχαλέπηνεν ὡς παρὰ παιδὸς ἐξαπατηθείς, ἀλλὰ τὸν θεῖον ἔγνω σκοπὸν καὶ ἣν ἔδωκεν ἐβεβαίωσεν εὐλογίαν. LXXXII Εἶτα οὐ δοκεῖ ἐψεῦσθαι ὁ Ἰακὼβ εἰπών, «ἐγώ εἰμι Ἡσαῦ ὁ πρωτότοκός σου; Πριάμενος ἦν τὰ τῶν προτοτοκίων πρεσβεῖα. ἀληθεύων τοιγαροῦν ἑαυτὸν ἀπεκάλει πρωτότοκον. LXXXIII Τίς δὲ τῆς εὐλογίας ἡ ἑρμηνεία; Ἔμελλεν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσειν ὁ δεσπότης Χριστός, ἡ τῶν ἐθνῶν προσδοκία, ὁ τῆς οἰκουμένης ἁπάσης καὶ σωτὴρ καὶ δεσπότης· ταῦτα προορῶν ὁ πατριάρχης φησίν· «ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος». ὅτι δὲ πολλάκις ἀγρὸν τὸν κόσμον ἡ θεία καλεῖ γραφὴ μάρτυς ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τὴν παραβολὴν ἑρμηνεύων· «ἀγρὸς γάρ φησιν, ἔστιν ὁ κόσμος· ὁ δὲ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου». ὅρα τοιγαροῦν ἐν τῷ Ἰακὼβ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν· διὸ ἐπεύχεται αὐτῷ τοῦ οὐρανοῦ τὴν δρόσον καὶ τῆς γῆς τὴν πιότητα· ἃ κατὰ μὲν τὸ πρόχειρον καὶ ἐπιπόλαιον τοῦ γράμματος νόημα, δηλοῖ τὴν ἄνωθεν χάριν καὶ τῶν ἀπὸ γῆς ἀγαθῶν τὴν ἀφθονίαν· κατὰ δὲ τὴν τοῦ ἀγροῦ ἑρμηνείαν, αἰνίττεται τοῦ δεσπότου Χριστοῦ διὰ τῆς δρόσου μὲν τὴν θεότητα, διὰ δὲ τῆς πιότητος τῆς γῆς τὴν ἐξ ἡμῶν ἀνθρωπότητα. καὶ γὰρ ὁ μακάριος Δαβὶδ ταῦτα προαγορεύων ἔφη· «καταβήσεται ὡς