Ancient Greek
Page 76
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 76
Not analysed yet
προμήθεια, καὶ τοὺς ἄλλους διδάξῃ. ταύτην αὐτῷ τὴν κηδεμονίαν παραυτίκα διὰ τῆς ἐπιφανείας ἐδήλωσεν· ἐπέδειξε μὲν γὰρ αὐτῷ κλίμακα μέχρις αὐτοῦ διϊκνουμένην τοῦ οὐρανοῦ· τοὺς δὲ ἁγίους ἀγγέλους ἀνιόντας καὶ κατιόντας. αὐτὸς δὲ ἄνωθεν ἐφεστὼς παρεθάρρυνέ τε καὶ τὸ δέος ἐξήλασεν· ἐδήλουν δὲ οἱ ἄγγελοι τὴν θείαν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ μακάριος ἔφη Παῦλος, «οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν»; τούτων δὲ ἕκαστον ἱκανὸν ἦν θάρσος ἐνθεῖναι τῷ πατριάρχῃ· διδάσκεται γάρ, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον παρὰ τῷ τῶν ὅλων Θεῷ· ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει, διακόνοις χρώμενος τοῖς ἁγίοις ἀγγέλοις. ἔδωκε δὲ αὐτῷ καὶ τὴν εὐλογίαν ἣν καὶ τῷ πατρὶ καὶ τῷ προπάτορι ἐδεδώκει, περί τε τῆς τοῦ σπέρματος πολυγονίας καὶ περὶ τοῦ τῆς οἰκουμένης δεσπότου· «ἐνευλογηθήσονται, γάρ φησιν, ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς»· εἶτα ὑπισχνεῖται αὐτῷ καὶ τὴν ἐν τοῖς προκειμένοις κηδεμονίαν· «ἰδού, γάρ φησι, μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα». LXXXV Διὰ τί τὸν λίθον ἀλείφει ὁ Ἰακώβ; Οἷς εἶχε τὸν μεγαλόδωρον ἠμείψατο Κύριον· ὀρθώσας γὰρ τὸν λίθον ὃν ὑπέθηκε τῇ κεφαλῇ, κατέχεεν αὐτοῦ ἔλαιον· τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν παρὰ πολλῶν γυναίων τῷ Κυρίῳ πεπιστευκότων γινόμενον. εἰώθασι γὰρ ἐν τοῖς θείοις σηκοῖς ἐλαίῳ χρίειν τὰς τῶν ἀνακτόρων κιγκλίδας, καὶ τῶν ἁγίων μαρτύρων τὰς θήκας· δηλοῖ δὲ τοῦτο τῆς ψυχῆς τὴν εὐγέ-