Ancient Greek
Page 87
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 87
Not analysed yet
νηρίᾳ τῇ ἐκείνων εἰς τοὐναντίον ἐχρήσατο· δι' ὧν γὰρ ἐπειράθησαν κωλῦσαι τῶν ὀνείρων τὴν ἔκβασιν, διὰ τούτων ἐπιτέθεικε τοῖς ὀνείροις τὸ τέλος. CIII Τίνος χάριν εὐθὺς ὀφθεῖσι τοῖς ἀδελφοῖς ὠμότερον προσηνέχθη; Μεμνημένος τῶν εἰς αὐτὸν γεγενημένων, καὶ τὸν Βενιαμὶν οὐκ ἰδών, ὑπετόπασε κἀκεῖνον ταὐτὰ παρ' αὐτῶν πεπονθέναι· ἐπειδὴ δὲ ζῶντα τὸν ἀδελφὸν εἶδε, καὶ συγγνώμης καὶ παντοδαποῦς κηδεμονίας ἠξίωσε. CIV Τίνα ἑρμηνείαν ἔχει τό «ψομιθὸμ φανέχ»; Τῶν ἀπορρήτων ἑρμηνευτὴν αὐτὸν κέκληκεν, ὡς τοὺς ὀνείρους διασαφήσαντα. CV Τίνος ἕνεκεν τὸν δεύτερον, καὶ οὐ τὸν πρῶτον, τῶν ἀδελφῶν καθειρχθῆναι προσέταξεν; Ἐγνώκει τοῦ Ῥουβὴν τὸν σκοπὸν καὶ ᾔδει σαφῶς ὁπόσους ὑπὲρ αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς ἐποιήσατο λόγους, καὶ ὅσην ὑπὲρ τῆς αὐτοῦ σωτηρίας εἰσενηνόχει σπουδήν. ἐπειδὴ τοίνυν οὐ συνήργησεν ὁ Συμεὼν τῷ Ῥουβὴν μάλα δικαίως αὐτὸν καθειρχθῆναι προσέταξεν· ἀλλ' ἐκδεδημηκότων τῶν ἀδελφῶν, πάσης αὐτὸν θεραπείας ἠξίωσε. τούτων μέντοι γινομένων ἡσυχίαν ἄγειν τὸ συνειδὸς οὐκ ἠνείχετο, ἀλλὰ τῆς γεγενημένης εἰς τὸν ἀδελφὸν παρανομίας ἀνέμνησεν· «εἶπε, γάρ φησιν, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις