Ancient Greek
Page 98
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 98
Not analysed yet
μων καὶ ἐπιθυμίας θινῶν αἰωνίων ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν». διὰ πάντων δὲ τούτων ὕμνησε τὸν οἰκεῖον Θεὸν ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ, καὶ τὸν υἱὸν ἄμαχον ἔδειξεν παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα· ταύτης δέ φησι τῆς κηδεμονίας τετύχηκας, τῆς εἰς τοὺς γεγεννηκότας θεραπείας μισθὸν κομισάμενος· τοῦτο γὰρ λέγει· «ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου». γηροκόμος γὰρ σπουδαῖος τοῦ πατρὸς ἐγεγόνει. τὰ δὲ εἰς αὐτὸν γεγενημένα κοινὰ αὐτοῦ τε καὶ τῆς μητρὸς εἶναί φησιν. τῆς γὰρ αὐτῆς ἂν κἀκείνη τῆς κηδεμονίας ἀπήλαυσεν, εἰ μὴ θᾶττον ὑπεξῆλθε τὸν βίον· εἶτα ἐπεύχεται αὐτῷ περιφάνειαν, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίσημον· «ὑπερίσχυσας, γάρ φησιν, ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων· ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν». τοὺς δὴ θῖνας ὁ Ἀκύλας «βουνοὺς» ἡρμήνευσεν· ἐπειδὴ τοίνυν πόρρωθεν ὁρῶνται καὶ οἱ βουνοὶ καὶ τὰ ὄρη, τούτοις παραπλησίως εὔχεται γνώριμον αὐτὸν γενέσθαι καὶ πάντων περιφανέστατον. τὸν δὲ Βενιαμὶν λύκον ἅρπαγα κέκληκε, διὰ τὸ συμβεβηκὸς πάθος τῇ τούτου φυλῇ· διὸ ἐπήγαγε· «τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν». ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλίγων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γάμον ἐμηχανήσαντο. εἰδέναι δὲ χρὴ ὥς τινες εἰς τὸν θεσπέσιον Παῦλον τήνδε τὴν πρόρρησιν εἵλκυσαν· λύκου γὰρ δίκην ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος· ὕστερον δὲ τὴν πνευματικὴν τρο-