Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151) 83.1433
Not analysed yet
Ὅτι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Οἱ τὰς καθ' ἡμῶν συκοφαντίας συντεθεικότες εἰς δύο μερίζειν ἡμᾶς φασιν υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ ταῦτα φρονεῖν, ὅτι καὶ τοὺς ταῦτα λέγειν τολμῶντας δυσσεβείας γραφόμεθα. Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὸν γὰρ αὐτὸν ὁμολογοῦμεν, καὶ Θεὸν προαιώνιον, καὶ ἄνθρωπον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρωπον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει. Ἐξ ἐκείνης γὰρ τῆς οὐσίας γεγέννηται. Καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη τῷ Φιλίππῳ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καὶ πάλιν ἑτέρωθι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Καὶ ἀλλαχοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ' ἦν· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἄνθρωπος δὲ οὐκ ἦν, ἀλλ' ἐγένετο, ἐγένετο δὲ προσλαβὼν τὸ ἡμέτερον· τοῦτο γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ὃς ἐν μορφῆ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Καὶ πάλιν· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Καὶ αὖθις· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν.» Οὕτω καὶ παθητὸς ἦν καὶ ἀπαθὴς, καὶ θνητὸς καὶ ἀθάνατος· παθητὸς μὲν καὶ θνητὸς ὡς ἄνθρωπος, ἀπαθὴς δὲ καὶ ἀθάνατος ὡς Θεός. Ὡς γὰρ Θεὸς τὴν σάρκα τὴν οἰκείαν τεθνηκυῖαν ἀνέστησεν· αὐτοῦ γάρ ἐστι φωνή· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ ὡς ἄνθρωπος δὲ μέχρι τοῦ πάθους ἦν παθητὸς καὶ θνητός· μετὰ γὰρ τὴν ἀνάστασιν, καὶ ὡς ἄνθρωπος ἔχει τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν· καὶ τὰς θεοπρεπεῖς ἀφίησιν ἀστραπάς· οὐκ εἰς θεότητος φύσιν κατὰ τὴν σάρκα μεταβληθεὶς, ἀλλὰ τῆς ἀνθρωπότητος φυλάτ-