Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151) 83.1436
Not analysed yet
των τοὺς χαρακτῆρας, οὐδὲ ἀπερίγραφον ἔχων τὸ σῶμα (τοῦτο γὰρ μόνης τῆς θείας φύσεως ἴδιον), ἀλλ' ἐν τῇ προτέρᾳ μένων περιγραφῇ. Τοῦτο γὰρ διδάσκων καὶ μετὰ τὴν ἀνάστασιν ἔφη τοῖς μαθηταῖς· «Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Οὕτως ὁρώμενος εἰς οὐρανοὺς ἀνελήλυθεν· οὕτως ἥξειν αὖθις ὑπέσχετο· οὕτως αὐτὸν ὄψονται καὶ οἱ πιστεύσαντες καὶ οἱ σταυρώσαντες· «Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν.» Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν· καὶ τὴν ἐκ τοῦ Θεοῦ, καὶ τὴν ἐκ Δαβίδ. Τούτου γὰρ χάριν καὶ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ υἱὸς τοῦ Δαβὶδ ὀνομάζεται, ἑκατέρας φύσεως τὴν ἁρμόττουσαν ἑλκούσης προσηγορίαν· διά τοι τοῦτο καὶ Θεὸν αὐτὸν καὶ ἄνθρωπον ἡ θεία ὀνομάζει Γραφὴ, καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.» Ἀλλ' ἐνταῦθα αὐτὸν ἄνθρωπον ὀνομάσας, ἑτέρωθι προσαγορεύει Θεόν. «Προσδεχόμενοι γὰρ, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλαχοῦ δὲ ἀμφότερα κατὰ ταυτὸν τίθησιν· «Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Καὶ τὸν αὐτὸν καὶ ἐξ Ἰουδαίων κέκληκε, κατὰ σάρκα, καὶ ἐπὶ πάντων Θεὸν, ὡς Θεόν. Οὕτως ὁ προφήτης Ἡσαΐας εἰρηκώς· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ἐπήγαγε μετ' ὀλίγα· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Τοῦτο δὲ οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον. Οὕτω διὰ τοῦ Μιχαίου φησὶν ὁ Θεός· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Καὶ τῷ μὲν εἰπεῖν, «Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος,» τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὑπέδειξε· τῷ δὲ προσθεῖναι, «Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος,» παρεδήλωσε πρὸ τῶν αἰώνων τὴν ἐκ τοῦ Πατρὸς γεννηθεῖσαν θεότητα. Ταῦτα παρὰ τῆς θείας διδαχθέντες Γραφῆς, καὶ τοὺς ἐν διαφόροις διαλάμψαντας τῆς Ἐκκλησίας διδασκάλους ταῦτα φρονοῦντας εὑρόντες, ἄσυλον φυλάττειν, ὃν παρελάβομεν, σπουδάζομεν κλῆρον· καὶ ἕνα μὲν προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ, ὡς ἕνα Θεὸν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐπιστάμεθα. Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν