Ancient Greek
Page 202
Theodosius Gramm., Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) 202
Not analysed yet
EX THEODOSII, BYZANTII, UT VIDETUR, EPITOME CATHOLICAE HERODIANI. Cod. 2603 bibl. reg. Paris. Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένης μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. Ἰστέον οἱ ὁρισμοὶ ἀπὸ γένους καὶ διαφορῶν συνεστήκασι· κἀνταῦθα γοῦν τὸ μὲν ποιὰ τάσις ἀντὶ τοῦ γένους ἐστί· καὶ γὰρ καθολικόν τε ἐστὶν ἡ τάσις ἐπὶ χειρὸς καὶ ποδὸς καὶ λίθων καὶ ἄλλων πολλῶν λέγεται· τὸ δὲ ἐγγραμμάτων καὶ τὰ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν. Ἡ προσῳδία οὖν, φησί, τάσις ἐστὶ φωνῆς ποιά, ἤγουν ποιότητά τινα ἔχουσα· ἢ γὰρ ἐπιτεταμένη ἐστὶν ἢ ἀνειμένη ἢ μέση, τουτέστιν ἢ ὀξύτονος ἢ περισπώμενος. Ἐπεὶ δ' ἡ φωνὴ διττή ἐστιν, ἢ γὰρ ἔναρθρος ἐγγράμματος, ὡς ἡ ἐκ διανοίας ἀνθρωπίνης παραπεμπομένη, ἢ ἄναρθρος, τουτέστι μὴ δυναμένη γραφῆναι, ὡς ἡ τῶν ἀλόγων ζώων καὶ ὁ ἦχος ὁ ἀπὸ σιδήρου ἢ ξύλου ἤ τινος τοιούτου γενόμενος· ἔστι δὲ καὶ τούτων ἑκατέρα διττή· ἢ γὰρ σημαντική ἐστιν, ἢ ἀσήμαντος καὶ ἄναρθρος. ση-