Ancient Greek · ~6 min
Page 203
Theodosius Gramm., Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) 203
Not analysed yet
μαντική, ὡς ἡ τοῦ κυνὸς ὑλακή· σημαίνει γὰρ παρουσίαν τινὸς ἐπιδημήσαντος, ἄναρθρος δὲ ἀσήμαντος, ὡς ὁ ἐκ λίθων ἦχος γινόμενος, ἔναρθρος δὲ ἀσήμαντος ὡς τὸ σκινδαψὸς τὸ κλίτηρι καὶ τὰ τοιαῦτα· ἔναρθρος δὲ σημαντικὴ ὡς ὕδωρ, θάλασσα καὶ ὅσα κατὰ πραγμάτων φωναὶ τίθενται· ἐπεὶ γοῦν καὶ ἄναρθροί εἰσι φωναὶ τάσιν ἔχουσιν ὡς ὁ ἀπὸ σιδήρου καὶ ξύλου, ἃς καὶ κυρίας οὐκ ἂν εἴποιμεν φωνάς. Διὰ τοῦτο προσέθηκεν ἐγγραμμάτους· πάλιν δὲ ἐπεὶ εἰσὶ μὲν καὶ ἐγγράμματοι φωναί, ὡς εἰρήκαμεν, οὐ δηλοῦσι δέ τι, τούτου χάριν εἶπεν ὑγιοῦς, ἤγουν σημαινούσης τι. Ἔν τισι δὲ τῶν βιβλίων καὶ ὑγιῶς εὑρίσκεται πρὸς τάσιν ἀποδιδομένη, τουτέστι σημαίνουσά τι, ἤγουν ἡ πεποιημένη φωνὴ τάσις, οὐκ ὀφείλει ἔτυχεν ἐκφέρεσθαι, ἀλλὰ πάντως ὑγιῶς καὶ ὀρθῶς, ὅθεν σαφέστερον δηλῶν τίς ἐστιν ὑγιὴς τάσις, ἀπήγαγε κατὰ τὸ ἐπαγγελτικὸν τῆς λέξεως ἐκφερομένης, τουτέστιν ἡ τάσις ὀρθή ἐστιν, ἥτις κατὰ ἐπαγγελίαν ἤγουν σημασίαν τῆς λέξεως ἐκφέρεται, οἷον τὸ ἁγνός εἰ μὲν σημαίνει τὸν καθαρόν, ὀξύνεται· εἰ δὲ σημαίνει τὴν βοτάνην παροξύνεται· πάλιν τὸ ἀργός εἰ μὲν ὀξύνεται, σημαίνει τὸν ῥάθυμον, εἰ δὲ βαρύνεται, ὄνομα τόπου, καὶ κυνὸς καὶ ἀνδρός· πρέπει οὖν, φησί, τὴν ποιὰν τάσιν τὴν ἐγγράμματον καὶ σημαίνουσάν τι, ὡς ἡ σημασία τῆς λέξεως ἀπαιτεῖ, ἐκφέρεσθαι, καὶ βουλομένῳ σοι τὸ ἀργος τὴν ἀπώλειαν εἰπών ἀργός ἡ τάσις ἀποδοθήτω, ἀλλὰ κατὰ σημασίαν τῆς λέξεως. Τὸ δὲ μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβὴν τοῦτο δηλοῖ, ὅτι οὔτε τόνος χωρὶς χρόνου εὑρίσκεται, οὔτε χρόνος χωρὶς τόνου, ὥσπερ καὶ ὁ τόνος ἢ μετὰ χρόνου καὶ πνεύματος. Σαφηνιστέον δὲ τὸ λεγόμενον. Χρόνοι μὲν οὖν εἰσὶ