Ancient Greek
2.265.5
Theodotion, Fragmenta 2.265.5
Unproofread scanNot analysed yet
καὶ ἐποίησεν ἀναφορείς ἐκ ξύλων ἀσήπτων, καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. 5. καὶ εἰσήνεγκε τοὺς ἀναφορείς εἰς τοὺς δακτυλίους ἐπὶ τοῖς πλευροῖς τῆς κιβωτοῦ,17 ὥστε αἴρειν αὐτήν —ἐν αὐτοῖς. 18 6 (5). καὶ ἐποίησεν ἱλαστήριον —ἀνωθεν τῆς κιβωτοῦ19 ἐκ χρυσίου καθαροῦ, *δύο πήχεων καὶ ἡμίσεως μῆκος αὐτοῦ, καὶ πήχεος καὶ ἡμίσεως τὸ πλάτος αὐτοῦ. 20 7 (6). καὶ ἐποίησε δύο χερουβεὶμ χρυσά, *τορευτὰ ἐποίησεν αὐτὰ ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἱλαστηρίου. 21 8 (7). χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν, καὶ χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ δεύτερον· *ἐκ τοῦ ἱλαστηρίου ἐποίησε τοὺς χερουβεὶμ, ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτοῦ. 9 (8). καὶ ἐγένοντο οἱ χερουβεὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν,22 σκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον *κατὰ πρόσωπον αὐτῶν, ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον ἦσαν τὰ πρόσωπα τῶν χερουβεὶμ. 23 10 (9). καὶ ἐποίησε τὴν τράπεζαν —τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ, καὶ ἔχωνενσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τοῦ κλῖτους τοῦ ἑνός, καὶ δύο ἐπὶ τοῦ κλῖτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς ζωστήροις ἐν αὐτοῖς. 24 (11) καὶ τοὺς διωστήρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησε, καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. 25 *