Ancient Greek
2.271.1
Theodotion, Fragmenta 2.271.1
Unproofread scanNot analysed yet
ἦν 21 διπλοῦν· ἐποίησαν τὸ λογεῖον σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος αὐτοῦ, διπλοῦν. 10 (17). καὶ συνυφάνθη ἐν αὐτῷ —ὑφασμα καταλίθων 22 τετρασίχον. στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς. 11 (18). καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἱασπὶς. 12 (19). καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος. 13 (20). καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ ὀνύχιον καὶ βηρύλλιον23 περικεκλωσμένα καὶ συνδεδεμένα χρυσίῳ ἐν τῷ χρυσίῳ αὐτῶν. 14 (21). καὶ οἱ λίθοι ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ ἦσαν, δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν, ἐγγεγραμμένοι σφραγίδας, ἕκαστος ἐκ τοῦ ὀνόματος αὐτοῦ εἰς τὰς δώδεκα φυλὰς. 15 (22). καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσούς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσοῦ καθαροῦ. 16 (23). καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσάς, καὶ δύο δακτυλίους χρυσοῦς· (24) καὶ ἔπεθηκαν τοὺς δύο δακτυλίους —τοὺς χρυσοῦς 24 ἐπ’ ἀμφοτέρας τὰς ἄρχας τοῦ λογείου. 17 (25). καὶ ἔπεθηκαν τὰ ἐμπλόκια ἐκ χρυσοῦ ἐπὶ τοὺς δύο δακτυλίους ἐπ’ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· 18. καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια, (26) καὶ ἔπεθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἔπεθηκαν αὐτὰς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον αὐτοῦ. 19 (27). καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἔπεθηκαν ἐπὶ τὰ δύο πτερύγια —ἐπ’ ἄκρου 25 τοῦ λογείου, ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν. 20 (28). καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἔπεθηκαν αὐτοὺς ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν26 κατὰ πρόσωπον αὐτοῦ, κατὰ τὴν συμβολὴν αὐτοῦ, ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος. 21 (29). καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχόμενους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὑφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλάται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε κύριος τῷ Μωυσῇ. 22 (30). καὶ ἐποίησαν τὸν ὑποδύτην ἐπὶ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν, ὅλον ὑακίνθινον. 23 (31). τὸ δὲ περιστόμιον τοῦ ὑποδότου ἐν τῷ μέσῳ αὐτοῦ διωφασμένον συμπλεκτόν, ὡς ἔχων27 τὸ περιστόμιον αὐτοῦ κύκλῳ, ἀδιάλυτον. 24 (32). καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδότου κάτωθεν ὡς ἐξανθούσης28 ρόας ροίσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νεννησμένου, καὶ βύσσου κεκλωσμένης. 25 (33). καὶ ἐποίησαν κώδωνας χρυσοῦ καθαροῦ, καὶ ἔπεθηκαν τοὺς κώδωνας