Ancient Greek · ~2 min
Play Pha, lines Fragment tit-1
Theognetus Comic., Fragmenta Fragment tit-1
Not analysed yet
ΦΑΣΜΑ Η ΦΙΛΑΡΓΥΡΟΣ.
Ἄνθρωπ', ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης
στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·
„ἀλλότριόν ἐσθ' ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·
σοφία δ' ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε
ταύτην λαβὼν ἀπώλεσ'. “ὦ τάλας ἐγώ,
οἵῳ μ' ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.
ἐπαρίστερ' ἔμαθες, ὦ πόνηρε, γράμματα·
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία.
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.