Ancient Greek
155.6
Theognis, Fragmentum 155.6
Unproofread scanNot analysed yet
χαλιμάδες Schol. Apoll. Rhod. 1, 473: χαλίκρητον· τὸν ἄκρατον, τὸν χαλῶντα τὰς φρένας. Ἀθηναῖοι δὲ τὸν ἄκρατον χάλιν λέγουσιν. Αἰσχύλος δὲ καὶ τὰς βάκχας χαλιμίας φησὶ λέγεσθαι. . Etym. M. p. 805, 10: καὶ τὰς βάκχας χαλιμάδας ἔλεγον, τὰς χαλωμένας πρὸς συνουσίαν. Hesych. 4 p. 269: χαλιμάδες· ἀναίσχυντοι καὶ θρασεῖαι. Suidas: χαλίμα (χαλιμάς Naeke Choer. p. 217) ἡ πόρνη, ἀπὸ τοῦ χαλᾶσθαι τὸ σῶμα ἀπὸ (l. ὑπὸ) μέθης ἢ μανίας. errare videtur Eust. Od. p. 1471, 2: εἰ δὲ πρὸς τὰς τοιαύτας διάφοροί τινες ἦσαν αἱ παρ’ Αἰσχύλῳ σπονδαὶ χαλίκρητοι, ζητητόν· τοιαῦται δὲ αἱ ἐπὶ Διονύσῳ (Διονυσίῳ ed.) κραθεῖσαι· χάλις γάρ, φασίν, ὁ Διόνυσος (Διονύσιος ed.) · ἐξ ἐκείνου δὲ καὶ ὁ ἄκρατος οἶνος. ὁθεν καὶ χαλιμὰς γυνὴ κατὰ τοὺς παλαιούς, ἡ ὑπὸ μέθης χαλωμένη τὸ σῶμα.