Ancient Greek
449.6 to 453.8
Theognis, Fragmentum 449.6-453.8
Unproofread scanNot analysed yet
χρόνος θεῶν τε πνεῦμ' ἔρως θ' ὕμνωδίας ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν, οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ. [εὐδαιμονεῖ τε καὶ δις οὐκ εὐδαιμονεῖ.] τί δὴτ’ ἐν ὀλβῷ μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; μῶρος, παρόν ζῆν ἡδέως ἀπράγμονα. ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἀριστος. μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ τολμῶντα λίαν οὔτε προστάτην χθονός. ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει. τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· βροτοῖσιν εὐχρας οὐ γένοιτ’ ἂν ἡδονή. γνώμαις γὰρ ἀνδρὸς ἐὼ μὲν οἰκοῦνται πόλεις, ἐὼ δ’ οἶκος, εἰς τ’ αὐ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἐν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὀχλῷ δ’ ἄμαθία πλεῖστον κακόν. εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν οὐποτ’ αὐτὸν ὀλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα. τὸ δ’ ἀσθενὲς μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ ἐὼ φρονεῖν ἔχω, χρεῖσσον τοῦδ’ ἐστὶ καρτεροῦ βραχίονος. καλ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν πόλλ’ ἐστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά. φροντῶ δ’ ὁ πᾶσχω, καλ τοδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνοσία. ἀσκουσί βίον, ἥν σφαλῶσι χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἥθος γαστρὸς ἐν ταύτῳ μένειν. ἐγὼ μὲν οὖν ἕδοιμι καλ λέγοιμί τι σοφόν, ταράσσωμ μηδὲν ὧν πόλις νοσεῖ. ἔνδον δὲ θαλάμοις βουκόλον . . . . κομῶντα κισσῷ στυλον εὐίου θεοῦ. Stob. Flor. 99, 12: Εὐριπίδου Ἀντιόπης. ἅ φρονῶ —ἀγνοΐα. v. 1 habet Erotianus Gloss. Hippocr. p. 84, 4: κατεφρόνενε κατενόει. φρονεῖν γὰρ ἔλεγον οἱ παλαιοὶ τὸ νοεῖν, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ ἅ φρονῶ —κακόν. δ Erot. ,ἅ Stob. μικρὸν Stob. ,μικρὸν Erot.