Ancient Greek
571.4 to 574.6
Theognis, Fragmentum 571.4-574.6
Unproofread scanNot analysed yet
ἀκρίζων ἀμηχανῶ δ’ ἔργωγε κούχ ἔχω μαθεῖν, εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον. δρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους· ἐν ἐστι πάντων πρῶτον εἰδέναι τούτι, τεχμαιρόμεσθα τοῖς παροῦσι τὰφανῆ. φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως· χοῦτός γ᾽ ἄνὴρ ἄριστος αἱ τε συμφοραὶ ἧσσον ὀάκνουσιν. ἀλλὰ ταῦτα γὰρ λέγειν ἐπιστάμεσθα, δρῶν δ᾽ ἀμηχάνως ἔχει. ἀλλ᾽ ἐστι γὰρ δή κἂν κακοῖσιν ἡδονὴ θνητοῖς ὀδυρμοὶ δακρύων τ᾽ ἐπίρροαί· ἀλγηδόνας δὲ ταῦτα κουφίζει φρενῶν καὶ καρδίας ἔλυσε τοὺς ἄγαν πόνους. ΟΙΝΟΜΑΟΣ ΠΑΛΑΜΗΔΗΣ φρανθήσεται. ἐγὼ μὲν εἰτ' ἂν τοὺς κακοὺς ὁρῶ βροτῶν πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος. Orion Flor. 5, 5 p. 47, 13: ἐκ τοῦ Οἰνομάου. ἐγὼ —γένος'. ΠΑΛΑΜΗΔΗΣ ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον εἰς γῆρας ἐλθεῖν, οὐ λογιζεται καλῶς· μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους. Stob. Flor. 116, 5: Εὐριπίδου Οἰνόμῳ. ὅστις —πόνους'. ὁ πλεῖστα πράσσω πλεῖσθ' ἁμαρτάνει βροτῶν. Stob. Flor. 58, 5: Εὐριπίδου Οἰνόμος. ὁ —βροτῶν'. πλεῖστ' δέλτος διαιρεῖ, κοῦχ ἐξ ψευδῆ λέγειν. τὰ τῆς γε λήθης φάρμαχ' ὀρθώσας μόνος, ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς ἐξηύρον ἀνθρώποισι γράμματ' εἰδέναι, ὡστ' οὐ παρόντα ποντίας ὑπὲρ πλαχὸς τάχει κατ' οἴκους πάντ' ἐπίστασθαι καλῶς, παισὶν τ' ἀποδηήσκοντα χρημάτων μέτρον γράφαντας εἰπεῖν, τὸν λαβόντα δ' εἰδέναι. ἀ δ' εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ