Ancient Greek
647.1.1 to 647.1.50
Theognis, Fragmentum 647.1.1-50
Unproofread scanNot analysed yet
μόλις καὶ χαλεπῶς προβαίνων. ὡ τοῦ χαλεποῦ καὶ δεινοῦ δράματος οὕτω (τοῦτον Lugesbil). τὸ τε γὰρ εἶδος ὑπὸ τῆς νόσου φοβερὸν ἢ τε στολὴ ἀήθης, δοραὶ θηρίων καλύπτουσιν αὐτόν. ἀλλὰ σὺ ἄμυνον, ὦ δέσποινα Ἀθηνᾶ, καὶ μὴ μάτην φανῆς ἡμῖν ὑποσχομένη τὴν σωτηρίαν. 6. ΦΙΛ. τί δὴ βουλόμενος ὡστε εἴποτε σὺ ἢ τίνα τόλμαν λαβών, πότερον ἀρπαγῆς χάριν ἥκεις ἐπὶ τήνδε τὴν ἄπορον στέγην ἢ κατάσκοπος τῆς ἡμετέρας δυστυχίας; ΟΔ. οὔτι γε δρᾶς ἄνδρα ἱβριστήν. ΦΙΛ. οὐ μὴν εἰωθὸς γε πρότερον δεῦρο ἥκεις. ΟΔ. οὐ γὰρ εἰωθὸς· εἰῆ δὲ νῦν ἐν καιρῷ ἀφίχθαι. ΦΙΛ. πολλὴν ἔοικας ἀλογίαν φράζειν τῆς δεῦρο ὁδοῦ. ΟΔ. εὖ τοίνυν ἴσθι οὐ χωρὶς αἰτίας με ἥκοντα καὶ σοὶ γε οὐκ ἀλλότριον φανησόμενον. 7. ΦΙΛ. πόθεν δή; τοῦτο γὰρ πρῶτον εἰκὸς με εἰδέναι. ΟΔ. ἀλλ’ εἰμὶ Ἀργεῖος τῶν ἐπὶ Τροίαν πλευσάντων. ΦΙΛ. πόθεν; εἴπε πάλιν, ὡς εἰδῶ σαφέστερον. ΟΔ. οὐκοῦν ἐπὶ δεύτερον ἀκούεις· τῶν ἐπ’ Ἰλιον στρατευσαμένων Ἀχαιῶν εἶναι φημί. ΦΙΛ. καλῶς δῆτα ἔφησθα ἔμὸς εἶναι φίλος, ὅποτε γε τῶν ἐμοὶ πολεμιωτάτων Ἀργείων πέφυκας. τούτων δὴ τῆς ἀδικίας αὐτίκα μᾶλα ὑφῆξεις δίκην. ΟΔ. ἀλλ’ ὦ πρὸς θεῶν, ἐπίσχεσ ἀφεῖναι τὸ βέλος. ΦΙΛ. οὐ δυνατόν, εἴπερ Ἕλλην ὧν τυγχάνεις, τὸ μὴ ἀπολωλέναι σε ἐν τῇδε τῇ ἡμέρᾳ. 8. ΟΔ. ἀλλὰ πέπονθά γε ὑπ’ αὐτῶν τοιαῦτα ἐξ ὧν δικαίως σοὶ μὲν ἂν φίλος εἴην, ἐκείνων δὲ ἐχθρός. ΦΙΛ. καὶ τί δὴ τοῦτό ἐστιν ὁ πέπονθας οὕτω χαλεπόν; ΟΔ. φυγάδα με ἧλασεν ἐκ τοῦ στρατοῦ Ὀδυσσεύς. ΦΙΛ. τί δὲ ἔδρας ἔφ’ ὧν τῆσδε τῆς δίκης ἐτυχες; ΟΔ. οἶμαι σε γινώσκειν τὸν Ναυπλίου παῖδα Παλαμήδην· οὐ γὰρ δὴ τῶν ἐπιτυχόντων οὐδὲ ὀλίγου ἄξιος συνέπλει οὔτε τῷ στρατῷ οὔτε τοῖς ἡγεμούσι. τὸν δὴ τοιοῦτον ἄνδρα ὁ κοινὸς τῶν Ἑλλήνων λυμεὼν διέφθειρε.