Ancient Greek
648.1
Theognis, Fragmentum 648.1
Unproofread scanNot analysed yet
ξορμον φίλων ἐπὶ τῆσδε τῆς ἀκητῆς ξοριμμένον, γλίσχρως καὶ μόλις ἀπὸ τῶνδε τῶν τόξων ποριζόμενα καὶ τροφήν καὶ ἐσθήτα, ὡς δρᾷς. ἡ γὰρ ἥν ἡμῖν ἐσθὴς πρότερον, ὑπὸ τοῦ χρόνου ἀνέλωται. εἰ δὲ δή τούτῳ ἐθέλησεις κοινωνεῖν τοῦ βίου μεθ’ ἡμῶν ἐνθάδε, ἕως ἂν ἐτέρα σοι παραπέσῃ σωτηρία ποθὲν, οὐκ ἂν φθονοίμεν. δυσχερῆ γε μὴν τάνδον δράματα, ὦ ξένε, τελαμῶνές τε ἕλκους ἀνάπλει καὶ ἄλλα σημεῖα τῆς νόσου· αὐτὸς τε οὐχ ἥδὺς συγγενέσθαι, ὅταν ἡ ὀδύνη προσπέσῃ. καὶ τοι λελάφρηκε τῷ χρόνῳ τὸ πολλὸ τῆς νόσου· κατ’ ἀρχὰς δ’ οὐδαμῶς ἀνεκτὸς ἦν.