Ancient Greek
679.5 to 682.6
Theognis, Fragmentum 679.5-682.6
Unproofread scanNot analysed yet
ἐξ οὔ βροτοὶ καλοῦσιν οἶνον αἴθoπα. Ath. XI p. 465 B: διόπερ καὶ Εὐριπίδης ἕνα τῶν Ἥλίου ἵππων φησὶν εἶναι 'Βαχίου —οἶνον αἴθoπα'. Eust. Il. p. 883, 62: λέγεται γὰρ πoυ Εὐριπίδης εἰπεῖν ἕνα εἶναι τῶν ἵππων Ἥλίου 'Αἴθoπα —οἶνον αἴθoπα' (v. 2 et 3). v. 1 φιλανθέμου Schweighaeuser, φιλανθέου Α, φίλον θεοῦ Madvig Adv. crit. 3 p. 67. v. 2 αἰθίοπα Α, αἴθoπα C. ἀοχάτους Α. v. 3 αἴθιοπα Α. τὸ δ' ἔρᾶν προλέγω τοῖσι νέοισιν μήποτε φεύγειν, χρῆσθαι δ' ὀρθῶς, ὅταν ἐλθῇ. τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδ' ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κάθ' ὅσον διέρχεται. αὕτη τρέφει σὲ κάμὲ καὶ πάντας βροτοὺς. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθης, ἔργῳ δὲ δεῖξω τὸ σθένος τὸ τῆς θεοῦ. παίδευμα δ' Ἑρως σοφίας ἀρετῆς ἔρᾳ μὲν ὕμβρον γαῖ', ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἔνδεὲς ἔχῃ· ἔρᾳ δ' ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὕμβρον πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὑπό· ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ' ἄμα, δι' ὧν βρότειον ξη τε καὶ θάλλει γένος. πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὕτος ὁ δαίμων πάντων ἡδίστος ἔφυ θνητοῖς· καὶ γὰρ ἄλυπον τέρφιν τιν' ἔχων εἰς ἐλπίδ' ἄγει. τοῖς δ' ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ' ἀγρίων ναιοῖμι τρόπων. εἰ μοι τὸ Νεστόρειον εὐγλωσσον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, οὐχ ἂν δυνάμην μὴ στέροντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους. ῶφελε δήθεν, εἴπερ ἐστ’ ἐν οὐρανῷ Ζεὺς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι. πολλάκι μοι πραπίδων διήλθε φροντίς, εἴτε τύχα εἴτε δαίμων τὰ βρότεια κραίνει, παρὰ τ’ ἐλπίδα καὶ παρὰ δίκαν τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει. τὸν ἔσθλον ἄνδρα, κἂν ἕκας ναίῃ χθονός, κἂν μήποτ’ ὅσους εἴδιδω, κρίνω φίλον. ἄφρων ἄν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας.