Ancient Greek
726.6 to 730.2
Theognis, Fragmentum 726.6-730.2
Unproofread scanNot analysed yet
οἰκοφθόρου γὰρ ἄνδρα καλλύει γυνὴ ἔσθλη παρακευχθεῖσα καὶ σῴζει δόμους. οὐ πάντες οὔτε δυστυχοῦσιν ἐν γάμοις δεινὴ μὲν ἄλκη κυμάτων θαλασσίων, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν· οὔδ’ ἂν γένοιτο γράμμα τοιοῦτον γραφή οὔδ’ ἂν λόγος δεῖξειεν. εἰ δὲ τὸν θεὸν τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής. οὔτ’ εὐτυχοῦσι· συμφορὰ δ’ ὃς ἂν τύχῃ κακῆς γυναικός, εὐτυχεῖ δ’ ἐσθλῆς τυχών. Stob. Flor. 69, 3: Εὐριπίδου. ‘οὐ —τυχών’. μακάριος ὅστις εὐτυχεῖ γάμον λαβὼν ἐσθλῆς γυναικός, δυστυχεῖ δ’ ὁ μὴ λαβών. ἐγὼ γὰρ ἕξω λέκτρα αὐτοῖς καλῶς ἔχειν δίκαιόν ἐστιν οἷσι συγγηράσσομαι. ἔχθροῖσιν εἴη πολεμίων δάμαρτ’ ἔχειν. ἐρῶ γὰρ ὅπως τῆς θύραθεν ἡδονῆς· ἐν δ’ ἀφθόνοις τοῖσδ’ ἀναστρωφωμένη μοχθούμεν ἄλλως θῆλυ φρονουρόντες γένος· ἥτις γὰρ αὐτὴ μὴ πέφυκεν ἐνδικος, τί δεῖ φυλάσσειν κἀξαμαρτάνειν πλέον; γυναικὶ δ’ ὀλβος, ἥν πόσιν στέργοντ’ ἔχη. δεῖ πυθάνεσθαι γὰρ σε νῦν χήμᾶς σέθεν. τὸ μὲν μέγιστον, οὐποτ’ ἄνδρα χορὴ σοφὸν λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· τὴν ὄψιν ἐμπλήσασ’ ἀπήλλακται κακῶν· ἀνὴρ τ’ ἀχρεῖος χὴ γυνὴ διοίχεται. ἀλλ’ ἵσθ’, ἐμοὶ μὲν οὕτος οὐχ ἔσται νόμος, τὸ μὴ οὐ σὲ μήτερ προσφιλῆ νέμειν ἀεὶ τὸ τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων σῴζει δάμαρτα, δράν τι δὴ δοκῶν σοφὸν μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ· ἥτις γὰρ ἡμῶν καρδίαν θύρας’ ἔχει, θάσσον μὲν οἴστου καὶ πτεροῦ χαρίζεται, λάθωι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας· καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως, ἢ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει. τὸν σὸν δὲ παῖδα σωφρονοῦντ’ ἐπίσταμαι χρηστοῖς θ’ ὁμιλοῦντ’ εὐσεβεῖν τ’ ἠσκηκότα. πῶς οὖν ἂν ἐκ τοιούδε σώματος κακὸς γένοιτ’ ἂν; οὐδεὶς τοῦτό μ’ ἂν πείθοι ποτέ. στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν μάλιστα· δρῶσω τοῦτο, καὶ σὺ μὴ φθόνει. κεῖνον γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἰς ἄνηρ