Ancient Greek
966.9 to 972.2
Theognis, Fragmentum 966.9-972.2
Unproofread scanNot analysed yet
τῷ δυσσεβοῦντι σῖγ’ ἔχουσ’ ἐνήλατο. δαίμων βροτοῖσι πόλλ' ἀνευρίσκει κακά. ἔσθ', ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον τοῖς ζῴσις ἡμῖν οὐδὲ προσδοκώμενον δαιμόνιον, ὃ μέλει τι τοῦ θνητοῦ βίου. ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην εὐδόντι καὶ στεῖχοντι καὶ καθήμενῳ· ἔξης δ' ὁπαδεὶ δύχμνον, ἄλλοθ' ὕστερον. δεινὴ πόλις νοσοῦσ' ἀνευρίσκειν κακά. λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ τοῖσιν διδοῦσιν οὓς ἂν ἐχθαίρωσ', ἐπεὶ οὐ σφιν πονηρὸν ἔστιν τιμωρίαν ἔτεισεν ὧν ἔρξεν κακῶν. ἡρξεν FP. ὅξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντ' ἰδεῖν. οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐκέγγυος. μόνη ἐστὶν ἀπαραίτητος ἀνθρώποις Δίκη. μὴ μουσοποιεῖ πρὸς τὸ νηπιώτερον· πόρρω γὰρ ἔστω δ θεὸς ἐγγύθεν βλέπει. ὅστις λέγει κάχ' ἐὼ φρονῶν συγὴ στένει. μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται μοῖρ’ οὐδ’ ἐν ἀνθρώποισιν, ἀλλ’ αὐτὴ κρατεῖ. τὸ δὲ θεῶν κράτος μέγα κατ’ ἀνθρώπους· ἄφρονες δ’ ὅπόσοι τὸ δίκαιον ἄγουσ’ ὑπὸ τῆς ἀδίκου βιοτᾶς ἀφανές· μέγα γὰρ ὕμνα δαιμόνων, οἷς τίνουσ’ ἀμοιβὰς κακῶν. Δίκας δ’ ἐξέλαμψε θεῖον φάος ὁσία δ’ ἀνάγκη πολεμιωτάτη θεός. οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος. ὦ δέσποτ’ ἄναξ ἐστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι. μετὰ τὴν σκιὰν τάχιστα γράφει χρόνος. ὦ μοῖρα κεδινῶν καὶ κακῶν κυνηγέτι ἢ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ’ ἐπισκοποῦσ’ καὶ νέμουσ’ ἡμῶν ἑκάστῳ τὴν κατ’ ἀξίαν τύχη [μερίδα] πάντων τύραννος ἡ τύχη ἐστὶ τῶν θεῶν, τὰ δ’ ἄλλ’ ὀνόματα ταῦτα πρόσκειται μάτην· μόνη διοικεῖ γοῦν ἅπανθ’ ἢ βούλεται. χρόνος αὐ χρόνος ἄμα κραταιὰ χρημοσύνα βίου πόλλ’ ἀνευρίσκει σοφὰ μαιομένοις. οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν· δὲν βλέπει γὰρ ὁ χρόνος, ὅς τὰ πάνθ’ ὁρᾷ. χρόνος τὰ κρυπτὰ πάντα εἰς φῶς ἄγει. ἀλλὰ ταῦτα μὲν χρόνος δεῖξει· μόνος γὰρ ἐστὶν ἀνθρώπων κριτής. ἔμοῦ θανόντος γαῖα μιχθήτω πυρί· οὐδὲν μέλει μοι· τὰμὰ γὰρ καλῶς ἔχει. καὶ τῷδε δηλώσαιμ’ ἄν, εἰ βούλοιο σύ, τἀληθές, ὡς ἔγωγε καὶτὸς ἄχθομαι, ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται,