Ancient Greek
979.11 to 981.7
Theognis, Fragmentum 979.11-981.7
Unproofread scanNot analysed yet
ὄγκον δὲ μεγάλου πτῶμα γίνεται μέγα. πρὸς γὰρ τὸ λαμπρὸν ὁ φθόνος βιάζεται, σφάλλει δ' ἐκείνους οὓς ἂν ὕψωσῃ τύχη. καὶ τὸ πᾶν λαμπρὸν οὐχ ἀκίνδυνον κυρεῖ, οὐδ' ἀσφαλὲς πᾶν ὕψος ἐν θνητῷ γένει· [ὃ περιέτρεψεν ἢ χρόνος τις ἢ φθόνος, ἐπὰν ἐπ' ἄκρον τις τοῦ καλῶς πράττειν δράμῃ.] ἢ δὲ μεσότης ἐν πᾶσιν ἀσφαλεστέρα. [τὸ μήτε λίαν ἐν ταπεινῷ τῆς τύχης μέρει φέρεσθαι μήτ' ἐν ὕψηλῷ πάλιν.] ἦν γὰρ πέσῃ τις ἐξ ἐλάσσονος μέτρου, σὺ δ' ὦ τεκοῦσα μὴ τὴν σὴν λιβάσι κατάσπενδε παρηίδα. Teles in Stob. Flor. 108, 83: καὶ ταύτην μὲν ἐπαινοῦσιν ἐντελλομένην 'σὺ δ' ὦ τεκοῦσα μὴ τὴν σὴν λιβάσι κατάσπενδε ταρηίδα (sic S, κατάσπενδε αἱ ταρηίδα M, κατάσπενδαι ἑταιρηίδα A, κατάσπενδε παρηίδα Gesner), τὴν δὲ κατακολουθοῦσαν ὡμὴν φησὶν ἡ δόξα. σὺ δ' ὦ τεκοῦσα, μὴ τι σὴν |λιβάσι κατάσπενδ' παρηίδα coni. Meineke, κατάσπενδ' παρηίδα (secundum Eur. Ion. 242) O. Hense. γέροντι δ' οὐχ οἷόν τε μηκύνειν χρόνον. μακρὸς γὰρ αἰὼν συμφορὰς πολλάς ἔχει. . . πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ. ἔσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον. ἔχω· τὸ γὰρ πρᾶγμ’ αὐτὸ μοι καλῶς ἔχον ξὺν τοῖς ἀναισχύντοιςιν ὥρισται βίον. ὦ παῖ, τὸ δεῖσθαι τῶν πέλας θνητοῖς μέγα διδασκαλεῖον τῆς ἀναιδείας ἔφυ. καλοὺς παρασχέιν τοὺς λόγους δυνήσεται. ἐλευθέρα γὰρ γλῶσσα τῶν ἐλευθέρων. ἐλευθερία Διὸς ὀλβιον τέκος αἰδὼς ἀπώλεσ’ αὐτόν, ἑρρέτω, κακὴ· πολλὴν γὰρ αὐτὴν δειλὸς ὤν ἐκτήσατο. τοῖς γὰρ κακῶς πράσσουσιν οἱ σμενοὶ λόγοι κόσμον μὲν ἂν δοίησαν· ἢ δ’ εὐπραξία