Ancient Greek
215.1 to 217.14
Theognis Eleg., Elegiae 215.1-217.14
Unproofread scanNot analysed yet
χέρυμβα δ' αἴψα θύραζε φέροι, στεφανώματα δ' εἴσω εὐειδῆς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη. "Ἰδ' ἀρετή, τόδ' ἀεθλον ἐν ἀνθρώποισι ἀρίστον κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ σοφῷ. 1005 ξυνὸν δ' ἐσθλὸν τοῦτο πόλῃι τε παντὶ τε δήμῳ, ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένη. batur δεῖπνον ἄδην ἐλάοιμεν, ὅσον κτλ. —ἀνόγοι A Athen, *ἀνώ- τῆμος δ', —ἡέλιος γὰρ ἐν αἰθέρι μόνυχας ἵππους ἄρι παραγγέλλει μέσσατον ἡμᾶρ ἐλθόν —δεῖπνον δὴ λήγοιμεν, ὅσον τινα θυμὸς ἀνώγοι, παντοίων ἀγαθῶν γαστρὶ χαριζάμενοι. V. 1005. πόλῃι, O πολίτηι, h πολῇ. —παντὶ τε om. f. —δήμῳ, O τῷ δήμῳ. —V. 1006. προμάχοισι, O προμάχαισιν. —μένη, μένει A, ἐν*. Ἐυνὸν δ' ἀνθρώποις ὑποθήσομαι, ὅφρα τις ἥβᾳ ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῶν, τῶν αὑτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἄνηβᾶν 1010 δίς πέλεται πρὸς θεῶν οὔδ' λύσις θανάτου θνητοῖς ἀνθρώποισι. καλὸν δ' ἐπὶ γῆρας ἐλέγχει οὐλόμενον, κεφαλῆς δ' ἄπτεται ἀχρωτάτης. Ἄ μάκαρ εὐδαίμων τε καὶ ὀλβιος, ὅστις ἄπειρος ἄθλων εἰς Ἅιδεω δῶμα μέλαν καταβῆ, 1015 πρὶν τ' ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναι περ ἄνάγκη, ἐξετάσαι τε φίλους, ὄντιν' ἔχουσι νόον. Αὐτίκα μοι κατὰ μὲν χροίνην ὀέει ἄσπετος ἰδρώς, ποιωμαι δ' ἐσοφῶν ἄνθος ὀμηλικίης τερπνὸν ὅμως καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι· 548 1020 ἀλλ' ὀλιγοχρόνιος γίνεται ὥσπερ ὄναρ ἥβη τιμήεσσα· τὸ δ’ οὐλόμενον καὶ ἄμορφον αὐτίχ’ ὑπὲρ κεφαλῆς γῆρας ὑπερφέρεται. Οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω θῦσόλοφον, οὐδ’ εἴ μοι Τρῴλος ἔπεστι κάρῃ. 1025 Δειλοὶ τοι κακότητι ματαιότεροι νόον εἰσίν, τῶν δ’ ἀγαθῶν αἰεὶ πρήξεις ἰθύτεραι. Ῥηδὴ τοι πρήξις ἐν ἀνθρώποις κακότητος· τοῦ δ’ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη. Τόλμα θυμὲ κακοῖσιν ὁμῶς ἄτλητα πεπονθώς· 1030 δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη· μηδὲ σύ γ’ ἀπρήκτοισιν ἐπ’ ἔργμασιν ἄλγος ἀέξων ὀχθεῖ, μηδ’ ἄχθου, μηδὲ φίλους ἄνια, μηδ’ ἐχθροὺς εὖφραινε. θεῶν δ’ εἰμαρμένα δῶρα οὐκ ἂν ὀηδίως θνητὸς ἄνηρ προφύγοι, 1035 οὐτ’ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης, οὐδ’ ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠφόεις.