Ancient Greek
238.10 to 240.8
Theognis Eleg., Elegiae 238.10-240.8
Unproofread scanNot analysed yet
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω. ἀλλὰ σ’ ἐγὼ τρώσω φεύγοντά περ, ὡς ποτὲ φασιν Ἰασίου κοῦρην, παρθένον Ἰασίην, ὡραίην περ ἔονσαν, ἀναινομένην γάμον ἀνδρῶν φεύγειν· ζωσαμένη δ’ ἔργ’ ἀτέλεστα τέλει, πατρὸς νοσφισθεῖσα δόμων, ξανθὴ Ἄταλάντη· ῶχετο δ’ ὑψηλὰς ἐς κορυφὰς ὄρεων, φεύγουσ’ ἱμερόεντα γάμον, χρυσῆς Ἀφροδίτης δῶρα· τέλος δ’ ἔγνω καὶ μᾶλ’ ἀναινομένη. Ὦ παῖ, μὴ με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίνης, μηδέ με σὴ φιλότης δώματα Περσεφόνης οἴχεται προφέρουσα· θεῶν δ᾽ ἐποπίζο μῆνιν βάξιν τ᾽ ἀνθρώπων, ἥπια νωσάμενος. Ω παῖ, μέχρι τίνος με προφεύξεις; ὡς σε διώκων 1300 δίχημ᾽· ἀλλὰ τί μοι τέγμα γένοιτο κιχεῖν σῆς ὀργῆς· σὺ δὲ μάργον ἔχων καὶ ἀγῆνορα θυμόν φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων. ἀλλ᾽ ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν· οὐκέτι δηρόν ἔξεις Κυπρογενεῦς δώρον ἰοστεφάνου. 1305 Θυμῷ γνοῦς, ὅτι παιδείας πολυηράτου ἄνθος ἁκύτερον σταδίου, τοῦτο συνελς χάλασον δεσμοῦ, μὴ ποτε καὶ σὺ βιήσῃ, ὄρμμε παίδων, Κυπρογενεῦς δ᾽ ἔργων ἀντιάσεις χαλεπῶν, ὡσπερ ἐγὼ νῦν οἶδ᾽ ἐπὶ σοί· σὺ δὲ ταῦτα φύλαξαι, 1310 μηδέ σε νικήσῃ παῖδ᾽ ἁδαὴ κακότης. Οὐκ ἔλαθες κλέψας, ὦ παῖ· καὶ γάρ σε διώμαι· τούτοις, οἷσπερ νῦν ἄριθμος ἤδ᾽ φίλος ἔπλεν, ἐμὴν δὲ μεθήκας ἀτίμητον φιλότητα, οὐ μὲν δὴ τούτοις γ᾽ ἥσθα φίλος πρότερον. σε, γέρον, οὐδ᾽ αὐτὸν ἐνὶ κλισίρσιν ἔδσω καὶ ἰκέτην περ ὄντα, Διὸς πικρὰν στρατείαν δ᾽ εἶδον). Α νυν· οἶδ᾽, Bekker ὦδ᾽. —V. 1310. 1315 ἀλλ’ ἐγὼ ἐκ πάντων σ’ ἔδοκουν ἔσσεσθαι ἑταῖρον πιστόν· καὶ δὴ νῦν ἄλλον ἔχεισθα φίλον. ἀλλ’ ὁ μὲν ἐγὼ ἔρδων κεῖμαι· σὲ δὲ μήτις ἀπάντων ἀνθρώπων ἔσορῶν παιδοφιλεῖν ἐθέλοι. Ω παῖ, ἐπεὶ τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν 1320 Κύπρις, σὸν δ’ εἶδος πᾶσι νέοισι μέλει, τῶνδ’ ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἐνθεο θυμῷ, γνοὺς ἔρος ὡς χαλεπὸν γίνεται ἀνδρὶ φέρειν. Κυπρογένῃ, παύσόν με πόνων, σκέδασον δὲ μερίμνας θυμοφόρους, τρέψον δ’ αὖθις ἐς εὐφροσύνας,