Ancient Greek
Fragment 4
Theognis Eleg., Fragmenta dubia 4
Not analysed yet
Μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χαλεφθείς,
μηδ' ἀχρημοσύνην, Κύρνε, κακὴν πρόφερε.
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
χρὴ δ' ἀεὶ κατὰ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίζεσθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.