Ancient Greek
Fragment 7
Theognis Eleg., Fragmenta dubia 7
Not analysed yet
Ἐν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες
γινώσκουσ', ἀνδρὸς δ' οἶνος ἔδειξε νόον,
καὶ μάλα περ πινυτοῦ· κακότητα δὲ πᾶσαν ἐλέγχει,
ὥστε καταισχύνειν καὶ τὸν ἐόντα σοφόν.