Ancient Greek
Edition urn:cts:greekLit:tlg0002.tlg002.local001
Theognis Eleg., Fragmenta sedis incertae 001
Not analysed yet
Πολλὰ φέρειν εἴωθε λόγος θνητοῖσι βροτοῖσιν
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
Οὐδέν, Κύρν', ὀργῆς ἀδικώτερον, ἣ τὸν ἔχοντα
πημαίνει θυμῶι δειλὰ χαριζομένη.
Οὐδέν, Κύρν', ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός.
μάρτυς ἐγώ, σὺ δ' ἐμοὶ γίνου ἀληθοσύνης.
Ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,
τεθνηκὼς ζωιῶι φθεγγόμενος στόματι.