Ancient Greek · ~4 min
Dfhg-Source dfhg4_THEOGNIS
THEOGNIS, Fragmentum 1
Not analysed yet
Καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ Θέογνίς φησιν ἐν δευτέρῳ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν, γράφων οὕτως· «Εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν οἱ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. Χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· Ἦλθ ̓, ἦλθε χελιδὼν, καλὰς ὤρας ἄγουσα, καλοὺς ἐνιαυτοὺς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. Παλάθαν οὐ προκυκλεῖς ἐκ πίονος οἴκου, οἴνου τε δέπαστρον, τυροῦ τε κάνιστρον καὶ πυρῶν; ἁ χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. Πότερ ̓ ἀπίωμες, ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μὴ, οὐκ ἐάσομες· ἢ τὰν θύραν φέρωμες, ἢ θὐπέρθυρον, ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥᾳδίως μὶν οἴσομες. Ἐὰν φέρῃς δέ τι, μέγα δή τι καὶ φέροις. Ἄνοιγ ̓ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. Τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.