Ancient Greek
Column 1
Theon Gramm., Commentarium de Pythiis xii Pindari (P. Oxy. 31.2536) 1
Not analysed yet
[]Πολυδέκτηι. λυγρόν τ' [ἔρανον] [εὐ]ωχουμένοις γ(ὰρ) αὐτοῖς τ̣ο̣ύ̣τοι̣σ̣ [ἔδειξεν ὁ Περσεὺς τὴ]ν κεφαλὴν κ(αὶ) οὕ(τως) ἀπελιθώθησαν. ἢ ἀπὸ κοινοῦ τοῦ ἀμαύρωσε []βιαζομένης γ(ὰρ) τῆς Δα[νάης ὑπὸ τοῦ Πολυδ]έ̣κ̣τ̣ο̣υ̣ συνέβη αὐτὴν κατα[φυγεῖν πρὸ]σ̣ τὸν βωμὸν τοῦ τὸν δὲ [Πολυδέκτην] εὐλαβούμενον τὸν Περσέα πέμψαι [ἐπὶ Μεδούσης] κ̣αρατ̣ο̣μία̣ν ὡς ἀπολούμενον καὶ []τὸν μ(ὲν) Πολυδέκτην θεωρήσαντα [τὴν τῆς Γοργόνο]σ̣ κεφαλὴν ἀπολιθωθῆναι κ(αὶ) σωθῆ[ναι τὴν Δανάη]ν. ἔνιοι δ(ὲ) φα(σὶν) οὐ ταύτην (εἶναι) τὴν Γορ[γόνα ἀλλὰ τὴν] γηγενῆ ἣν ἡ γῆ ἀνέδωκεν ἐν τῶι πολέ[μωι τῶι τῶν γι]γάντων πρὸς τοὺς θεούς. τὸν ἀπὸ [χρυσοῦ φαμεν αὐ]τορύτου τὸν Περσέα· ὁ γ(ὰρ) Ζεὺς χρυ[σὸς γενόμενος] συνῆ[λ]θε τῆι Δανάηι. ἀλλ' ἐπεὶ ἐκ [τούτων ]ἀλλ' ἐπεὶ ἡ Παρθένος φ(ης)ὶ ἤγ(ουν) Ἀθηνᾶ [ἐρρύσατο τὸν φί]λ̣ον ἄνδρα τότε κατεσκεύαζε τὸ μέ[λος· οὕτω γ(ὰρ) φ(ης)ὶ ς]υνεργῆσαι τὴν Ἀθηνᾶν τῶι Περσεῖ []εσι. ς τῆς Γοργόνος. ὄφρα τὸν Εὐρυ[άλας ἐκ καρπαλιμ]ᾶν γεν[ύων] ἕως το(ῦ) εὗρεν θεός ἐρικλάγκταν· μεγαλοκλάγκταν [εὗρεν γ(ὰρ) ἡ θεὸς ἤγ(ουν)] Ἀθηνᾶ τὴν αὐλητικὴν ὅπως μι[μήσαιτο σὺν ἔν]τεσι τῶν αὐλῶν τουτέστιν τοῖς [ὀργάνοις θρῆνον] τῶν καρπαλιμῶν γενύων τῆς [Γοργόνος Εὐρύα]λας ἱστᾶς[α] γόον· ἀπὸ δὲ τῆς μιᾶς [καὶ τὴν ἑτέραν τ]ὴν Σθεννώ παρίστησι. ἀλλά μιν [λεπτοῦ διανι]σόμενον χαλκοῦ θ' ἅμα ἔνιοι θαμὰ. [καὶ δονάκων] τοὶ παρὰ καλλιχόρον νάοισι ἄκυρον τὸ [δονάκων· Εὐριπί]δης δ' ἐν Οἰδίποδι· τόν θ' ὑμνοποιόν δόνα[κα ὃν ἐκφύει (?)Μέ]λ̣ας ποταμὸς ἀηδόν' εὐπνόων αὐλῶν σοφήν